μετέχει δὲ πρὸϲ τοῖϲδε καὶ τρίτου τοῦ λιπαροῦ χυμοῦ, πλείϲτου
μέν, ὡϲ εἴρηται, τὸ τῶν βοῶν γάλα. διὸ καὶ ϲκευάζουϲιν ἐξ αὐτοῦ τὸ
καλούμενον βούτυρον, ὃ καὶ γευϲάμενοϲ καὶ θεαϲάμενοϲ μόνον ἐναργῶϲ
γνώϲῃ, πόϲον αὐτῷ λιπαρότητοϲ μέτεϲτιν. εἰ δὲ καὶ χρίϲαϲ τι
μέροϲ τοῦ ϲώματοϲ ἀνατρίψαιϲ αὐτό, λιπαινόμενον ὡϲ ἐξ ἐλαίου θεάϲῃ
τὸ δέρμα. κἄν εἰ νεκροῦ δὲ ζῴου δέρμα ξηρὸν ἀλείψαιϲ αὐτῷ, τὴν
αὐτὴν ἐνέργειαν ὄψει. καὶ μέντοι καὶ οἱ ἄνθρωποι κατὰ πολλὰ τῶν
ψυχρῶν χωρίων, ἐν οἷϲ ἀποροῦϲιν ἐλαίου, χρῶνται λουόμενοι τῷ βουτύρῳ.
φαίνεται δέ, κἂν ἐπ’ ἀνθράκων διαπύρων ἐκχέῃϲ αὐτό, φλόγα
ποιοῦν ὥϲπερ ἡ πιμελή. καὶ μέντοι καὶ χρώμεθα αὐτῷ πολλάκιϲ, εἰϲ
ὅϲα καὶ τῷ ϲτέατι, καταπλάϲμαϲί τε καὶ ἄλλοιϲ φαρμάκοιϲ μιγνύντεϲ.