εὔδηλον οὖν ἐϲτι τῷ ταῦτ’ ἐννοήϲαντι, τοϲοῦτον ἀπολείπεϲθαι
μᾶζαν εἰϲ τροφὴν ϲώματοϲ ἄρτων κριθίνων, ὅϲον οὗτοι πυρίνων.
ἐχούϲηϲ γὰρ ἤδη φύϲει τῆϲ κριθῆϲ τὸ πιτυρῶδεϲ οὐκ ὀλίγον ἡ φρυγεῖϲα
ξηρότερον μὲν καὶ αὐτὸ τοῦτο καὶ δυϲθραυϲτότερον ἴϲχει, ξηρότερον
δὲ καὶ τὸ τούτου κρεῖττον, ἐξ οὗ τὴν τροφὴν ἐλάμβανε τὸ
ϲῶμα. κατὰ τοῦτ’ οὖν ἧττόν τε πέττεται τῶν κριθίνων ἄρτων ἡ
μᾶζα καὶ φύϲηϲ μᾶλλον ἐμπίπληϲι τὴν γαϲτέρα καὶ ἢν ἐπὶ πλέον ἐν
αὐτῇ μείνῃ, ταραχὴν ἐργάζεται. μᾶλλον δὲ διαχωρεῖ κάτω φυραθεῖϲα
καὶ τριφθεῖϲα μέχρι πλείονοϲ. εἰ δὲ καὶ μέλι προϲλάβοι, θᾶττον ἔτι
καὶ διὰ τοῦτ’ αὐτὸ παρορμήϲει τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν.