Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)
6.453

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΡΟΦΩΝ ΔΥΝΑΜΕΩΣ
ΒΙΒΛΙΟΝ Α.


1 Κεφ. αʹ.Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων οὐκ
2 ὀλίγοι τῶν ἀρίστων ἰατρῶν ἔγραψαν, ἐν πολλῇ σπουδῇ θέμενοι
3 τὴν θεωρίαν, ἐπειδὴ χρησιμωτάτη σχεδὸν ἁπασῶν
4 τῶν κατὰ τὴν ἰατρικὴν ἐστιν. τοῖς μὲν γὰρ ἄλλοις βοηθήμασιν
5 οὐκ ἐν παντὶ καιρῷ χρώμεθα, τροφῆς δὲ χωρὶς οὐχ
6 οἷόν τε ζῇν, οὔθ’ ὑγιαίνοντας οὔτε νοσοῦντας. εἰκότως οὖν
7 ἐσπούδασαν οἱ πλεῖστοι τῶν ἀρίστων ἰατρῶν ἀκριβῶς ἐπισκέψασθαι
8 τὰς ἐν αὐτῇ δυνάμεις· οἱ μὲν ἐκ τῆς πείρας 6.454
1 μόνης ἐγνῶσθαι φάσκοντες αὐτὰς, οἱ δὲ καὶ λογισμοῖς
2 προσχρῆσθαι βουλόμενοι, τινὲς δὲ καὶ τὸ πλεῖστον αὐτῷ
3 νέμοντες. εἰ μὲν οὖν, ὥσπερ ἐν γεωμετρίᾳ καὶ ἀριθμητικῇ,
4 συνεφωνεῖτο παντάπασι τοῖς γράψασι περὶ τροφῆς, οὐδὲν ἂν
5 ἔδει νῦν ἡμᾶς ἔχειν πρᾶγμα γράφοντας αὖθις ὑπὲρ τῶν
6 αὐτῶν ἐπὶ τοσούτοις καὶ τοιούτοις ἀνδράσιν. ἐπεὶ δ’ ὑπόπτους
7 ἀλλήλους εἰργάσαντο διενεχθέντες, (οὐ γὰρ ἐγχωρεῖ
8 πάντας ἀληθεύειν,) ἀναγκαῖόν ἐστιν βασανίσαι τὰ πρὸς αὐτῶν
9 γεγραμμένα, δικαστὰς ἀδεκάστους γενομένους· ἄδικον
10 γὰρ ἃν εἴη ἑνὶ πρὸ τῶν ἄλλων πιστεῦσαι χωρὶς ἀποδείξεως.
11 ἐπεὶ δὲ τῶν ἀποδείξεων ἀρχαὶ διτταὶ κατὰ γένος εἰσὶν,
12  (ἤ γὰρ ἐξ αἰσθήσεως, ἐκ νοήσεως ἐναργοῦς ἀπόδειξίς
13 τε καὶ πίστις ἄρχεται πάσα,) καὶ ἡμᾶς ἀναγκαῖόν
14 ἐστιν, θατέρῳ τούτων, ἀμφοτέροις χρήσασθαι πρὸς
15 τὴν τοῦ προκειμένου σκέμματος ἄθροισιν. οὐσῶν δὲ τῶν
16 διὰ τοῦ λόγου κρίσεων οὐχ ἅπασιν ὁμοίως εὐπετῶν, ἐπειδὴ καὶ
17 συνετὸν εἶναι χρὴ φύσει, καὶ γεγυμνάσθαι κατὰ τὴν παιδικὴν
18 ἡλικίαν τοῖς θήγουσι μαθήμασι τὸν λογισμὸν, ἄμεινον 6.455
1 ἀπὸ τῆς πείρας ἄρξασθαι, καὶ μάλισθ’, ὅτι διὰ ταύτης
2 μόνον εὑρῆσθαι τὰς δυνάμεις τῆς τροφῆς οὐκ ὀλίγοι κῶν
3 ἰατρῶν ἀπεφήναντο. τῶν μὲν οὖν ἐμπειρικῶν ὅσως ἄν
4 τις καταφρονήσειεν, ἔργον καὶ σπούδασμα πεποιημένων φιλοτίμως
5 ἀντιλέγειν τοῖς εὑρισκομένοις διὰ τοῦ λόγου· Διοκλῆς
6 δὲ, καίτοι δογματικὸς ὢν, οὕτως κατὰ λέξιν ἔγραψεν
7 ἐν τῷ πρώτῳ τῶν πρὸς Πλείσταρχον ὑγιεινῶν. Οἱ μὲν οὖν
8 ὑπολαμβάνοντες, τὰ τοὖς ὁμοίους ἔχοντα χυλούς ὀσμὰς,
9 θερμότητας, ἄλλο τι τῶν τοιούτων, πάντα τὰς αὐτὰς
10 ἔχειν δυνάμεις, οὐ καλῶς οἴονται· πολλὰ γὰρ ἀπό τῶν
11 τοιούτων ὁμοίων ἀνόμοια δείξειεν ἄν τις γινόμενα. οὐδὲ
12 δὴ τῶν διαχωρητικῶν, οὐρητικῶν, ἄλλην τινὰ δύναμιν
13 ἐχόντων ὑποληπτέον ἕκαστον εἶναι, διότι θερμὸν, ψυχρόν,
14 ἁλμυρόν ἐστιν, ἐπείπερ οὐ πάντη τὰ γλυκέα, καὶ δριμέα,
15 καὶ ἁλμυρὰ καὶ τὰ λοιπὰ τῶν τοιούτων τὰς αὐτὰς ἔχοντα
16 δυνάμεις, ἀλλὰ τὴν ὕλην φύσιν αἰτίαν εἶναι νομιστέον, 6.456
1 τοῦτο δή πού οὖν ἐπ’ αὐτῶν ἑκάστῳ συμβαίνειν εἴωθεν.
2 οὕτω γὰρ ἂν ἥκιστα διαμαρτάνοι τις τὰ τῆς ἀληθείας.
3 αἰτίαν δὲ οἱ μὲν οἰόμενοι δεῖν ἐφ’ ἑκάστῳ λέγειν, δι’ ἥν
4 τρόφιμον, διαχωρητικὸν, διουρητικὸν, ἄλλο τι τῶν
5 τοιούτων ἕκαστόν ἐστιν, ἀγνοεῖν ἐοίκασιν, πρῶτον μὲν, ὅτι
6 πρὸς τὰς χρείας οὐ πολλάκις τὸ τοιοῦτον ἀναγκαῖόν ἐστιν,
7 ἔπειθ’ ὅτι πολλὰ τῶν ὄντων τρόπον τινὰ ἀρχαῖς τισιν
8 ἔοικε κατὰ φύσιν, ὥστε μὴ παραδέχεσθαι τὸν ὑπὲρ αἰτίου
9 λόγον· πρὸς δὲ τούτοις διαμαρτάνουσιν ἐνίοτε, ὅταν
10 ἀγνοούμενα καὶ μὴ ὁμολογούμενα καὶ ἀπίθανα λαμβάνοντες
11 ἱκανῶς οἴωνται λέγειν τὴν αἰτίαν. τοῖς μὲν οὖν οὕτως
12 αἰτιολογοῦσιν καὶ τοῖς πάντων οἰομένοις δεῖν λέγειν αἰτίαν
13 οὐ δεῖ προσέχειν, πιστεύειν δὲ μᾶλλον τοῖς ἐκ τῆς ἐμπειρίας
14 ἐκ πολλοῦ τοῦ χρόνου κατανενοημένοις· αἰτίαν δὲ τῶν
15 ἐνδεχομένων δεῖ ζητεῖν, ὅταν μέλλῃ περὶ τούτου γνωριμώτερον
16 πιστότερον γίνεσθαι τὸ λεγόμενον. αὕτη μὲν
17 ποῦ Διοκλέους ῥῆσίς ἐστιν, ἐκ πείρας μόνης ἐγνῶσθαι τὰς 6.457
1 ὲν ταῖς τροφαῖς δυνάμεις ἡγουμένου, καὶ μήτε ἐκ τῆς κατὰ
2 κρᾶσιν ἐνδείξεως, μήτε ἐκ τῆς κατὰ χυμούς. οὔσης δὲ καὶ
3 ἄλλης τῆς κατὰ μόρια τῶν φυτῶν, οὐκ ἐμνημόνευσα αὐτῆς,
4 λέγω δῦ κατὰ μόρια φυτῶν ἔνδειξιν, πρὸς ταῖς ἄλλαις
5 ἐχρήσατο Μνησίθεος· ὲν ταύτῃ γοῶν ἑτέρας μὲν δυνάμεις
6 ἐν ταῖς ῥίζαις εἶναι τῶν φυτῶν ἐπιδεικνὺς, ἑτέρας δὲ ἐν
7 τοῖς καυλοῖς, ὥσπερ γε κἀν τοῖς φύλλοις, καὶ καρποῖς, καὶ
8 σπέρμασιν ἄλλας. ὅτι μὲν οὖν πεῖρα διδάσκαλός ἐστιν,
9 ὥσπερ ἄλλων πολλῶν, οὕτω καὶ τῶν εὐπέπτων τε καὶ δυσπέπτων
10 σιτίων, εὐστομάχων τε καὶ κακοστομαχίαν, ὑπακτικῶν
11 τε καὶ λαπακτικῶν καὶ σταλτικῶν γαστρὸς, ἅπαντες
12 ἴσασι, κάν βραχύ τι συνέσεως αὐτοῖς μέτεστι· σφάλλονται δὲ
13 ἐν αὐτοῖς τούτοις οὐκ ὀλίγα, χωρὶς διορισμοῦ ποιούμενοι
14 τὴν πεῖραν, ὡς κὰν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως
15 ἐδείχθη, κὰν τῷ τρίτῳ περὶ κράσεων. καὶ παραπλήσιά
16 γε τὰ σφάλματα ἐστιν ἑκατέρωθεν.  διὸ καὶ
17 γράφειν ἐνταῦθα τελεῶς, ὥσπερ ἐν ἐκείνοις, τοὺς διορισμοὺς, 6.458
1 οἷς προσέχων τις ἀσφαλῶς εὑρήσει τὰς δυνάμεις, οὐ κατὰ
2 τὴν ἐμὴν προαίρεσιν, ἅπαξ ὑπὲρ ἑκάστου πράγματος εἰωθότος
3 γράφειν, οὐκ ἐν πολλαῖς πραγματείαις διερχομένου
4 τὰ αὐτὰ περὶ τῶν αὐτῶν. ὅπερ οὖν εἴωθα ποιεῖν, οὐδὲ νῦν
5 παραλείψω, μόνοις χρησόμενος τοῖς κεφαλαίοις τῶν διορισμῶν,
6 καθ’ τι ἃν ἐγχωρῇ μάλιστα μιχθῆναι σαφηνείας
7 συντομίᾳ. ἄρξομαι δὲ ἀφ’ οὐ διὰ στόματος ἔχουσιν ἅπαντες,
8 οὐκ ὀρθῶς ὑπὸ Ἐρασιστράτου γεγραμμένου, μήτε τό
9 μελίκρατον ὑπάγειν τὴν γαστέρα πάντων, μήτε τὴν φακῆν
10 ἐπέχειν, ἀλλ’ εἶναί τινας, οἷ πρὸς τῷ μηδέτερον πάσχειν
11 ἔτι καὶ τοῖς ἐναντίοις περιπίπτουσιν, ὡς ἵστασθαι μὲν ἐπὶ
12 τῷ μελικράτῳ τὴν γαστέρα, λαπάττεσθαι δὲ ἐπὶ τῇ φακῆ,
13 καί τινας εὑρίσκεσθαι τὰ βόεια κρέα ῥᾷον πέττοντας,
14 τοὺς πετραίους ἰχθύας. ἐγώ δ’ ἀεὶ τοὺς τοιούτους ἠρόμην,
15 (ἄρξομαι γὰρ ἀπὸ τῶν ὑστάτων,) ὁποῖον τι σύμπτωμα γινόμενον
16 αὐτοῖς δείκνυται τὴν ἀπεψίαν τῶν πετραίων ἰχθύων,
17 ἄρα γε βάρος τι κατὰ τὴν κοιλίαν, ὡς δοκεῖν ἐγκεῖσθαι 6.459
1 μόλυβδον, λίθον, πηλὸν, (οὑτῶς γὰρ ἐξαγγέλλουσιν
2 ἔνιοι τὴν ἐπὶ ταῖς τοιαύταις ἀπεψίαις αἴσθησιν,) δῆξίς
3 τις ἐν αὐτῇ φαίνεται γινομένη σαφής, πνευμάτωσις,
4 μοχθηρᾶς ἐρυγῆς αἴσθησις. εἶθ’ οἱ μὲν ἐρυγὴν αὑτοῖς
5 ἔφασαν γίνεσθαι κνισωδεστέραν, οἱ δὲ δῆξιν, οἱ δ’ ἄμφω,
6 τούτων οὖν ἐπισκεψάμενος ἀκριβῶς τὰ κατὰ τὸ σῶμα, πολλὴν
7 εὗρον ἀθροιζομένην χολὴν ξανθὴν ἐν τῇ κοιλίᾳ
8 κατά τινα δυσκρασίαν, κατασκευῆς ἰδιότητα. λέγω δι
9 κατασκευῆς ἰδιότητα, διότι τῶν ἀνθρώπων ἐνίοις ἐξ ἥπατος
10 εἰς ἔντερα καταῤῥέουσα χολὴ εἰς τὴν κοιλίαν ἐπανέρχεται,
11 κρᾶσιν δὲ μοχθηρὰν, ὅταν αὐτοῖς ὑπάρχῃ φύσει
12 τὸ θερμὸν δριμύ καὶ δακνῶδες καὶ, ὡς ἂν εἴποι τις, πυρετῶδες.
13 εἰκότως οὖν τὰ δύσφθαρτα σιτία τῶν εὐφθάρτων
14 μᾶλλον οὗτοι πέττουσιν, ἐπειδὴ τὰ μὲν εὔπεπτα ῥᾳδίως
15 ἀλλοιοῦται μὲν καὶ διαφθείρεται, τὰ δὲ δύσπεπτα δυσαλλοίωτά
16 τέ ἐστιν Διαὶ δύσφθαρτα. ταῦτα γοῦν, ὅταν ὁμιλήσῃ 6.460
1 πολλῇ θερμασίᾳ, πέττεται μ ἄλλαν, εἰ σύμμετρον
2 ἔχουσι πλησιάζοι. κατὰ τοῦτον μὲν οὖν τὸν λόγον ἔνιοι
3 τὰ βόεια κρέα ῥᾷον πέττουσι τῶν πετραίων ἰχθύων· φακῆ
4 δὲ ἐνίοις ἐκταράττει μᾶλλον, ἐπέχει τὴν γαστέρα. κατὰ
5 τοιόνδε τινὰ λόγον, ὡς ἐπιδέδεικταί μοι κατὰ τὰ περὶ τῶν
6 ἁπλῶν φαρμάκων δυνάμεως ὑπομνήματα, καθάπερ ἐν τοῖς
7 ὑφ’ ἡμῶν σκευαζομένοις ἐξ ἐναντίων οὐσιῶν τε καὶ δυνάμεων
8 ἔντα συντίθεται, κατὰ τὸν αὐτὸν τρόπον ὑπό τῆς
9 φύσεως οὐκ ὀλίγα τῶν ἁπλῶν εἶναι δοκούντων σύγκειται,
10 τοιοῦτό τι δὴ καὶ περὶ πολλῶν τῶν τροφῶν ἐστιν. οὐ γὰρ
11 φακῆ μόνον, ἀλλὰ καὶ κράμβη, καὶ τῶν θαλασσίων
12 σχεδὸν ἁπάντων τὰ ὀστρακόδερμα καλούμενα σύνθετον
13 ἔχει τὴν φύσιν ἐξ ἐναντίας δυνάμεως. αὐτὸ μὲν γὰρ τὸ
14 στερεὸν ἑκάστου σῶμα βραδύπορόν τέ ἐστι καὶ σταλτικὸν
15 τῆς γαστρὸς, δὲ ὑγρότης ἐρεθίζει πρὸς ἔκκρισιν. ἀκριβὴς
16 δὲ ἀπόδειξις ἐκ τῆς ἑψήσεως γίνεται, τοῦ μὲν ὕδατος,
17 ἐν ᾧπερ ἂν ἕκαστον τούτων ἑψηθῇ, λαπάττοντος τὴν 6.461
1 κοιλίαν, αὐτῶν δὲ τῶν σωμάτων ἐπεχόντων. καὶ κατὰ τοῦτο
2 τινῶν ἀκούση λεγόντων, ἐὰν πρότερον κράμβην φάγῃς τῶν
3 ἄλλων σιτίων μὴ λίαν ἑφθὴν, καὶ εἴς τι σκεῦος ἔχον ἐλαίου
4 καὶ γάρου μετακομίσῃς ἀθρόως ἐκ τοῦ λέβητος, ὑπαχθήσεται
5 τὴν κοιλίαν, ἄλλων δέ τινων τὴν καλουμένην δύσεφθον
6 κράμβην σκευαζόντων εἰς ἐπίσχεσιν τῆς γαστρός.
7  σκευασία δὲ τῆς τοιαύτης κράμβης ἐστὶ τοιάδε
8 προεψήσαντες αὐτὴν ὕδατι, τοῦτο μὲν ὅλον ἀκριβῶς ἐξαίρουσι
9 τοῦ λέβητος, ἕτερον δὲ ἐπεμβάλλουσι καθαρὸν θερμὸν, ἐν
10 πάλιν ἕψουσι τὸ δεύτερον, ἔνα, εἴ τι μετὰ τὴν προτέραν
11 ἕψησιν ἔτι λείψανον ἔσχε τῆς οἰκείας ὑγρότητος, ὅλον ἐκκριθείη.
12 πᾶσι γὰρ τοῖς ἑψομένοις ἐν ὑγρῷ συμβαίνει μεταλαμβάνειν
13 τε ἅμα τῆς ἐκείνου δυνάμεως καὶ μεταδιδόναι
14 τῆς ἑαυτῶν. καὶ τοῦθ’ ὁσημέραι γιγνόμενον ἐπὶ τῶν ἐν
15 τοῖς ζωμοῖς ἑψομένων ἔνι σοι μαθεῖν, εἴτ’ οὖν ὄσπριόν τι
16 τὸ ἑψόμενον, εἴτε ζώου μόριον, εἴτε λάχανον εἴη. τὸ μὲν
17 γὰρ ἑψηθέν ἐνδείκνυται γευομένοις τε καὶ ὀσμωμένοις τὴν
18 τοῦ ζωμοῦ ποιότητα καὶ δύναμιν, ζωμὸς δὲ τὴν τοῦ 6.462
1 κατ’ αὐτὸν ἑψηθέντος. ἔξεστι δέ σοι παντὸς τοῦδε τοῦ
2 λόγου τοῦ νῦν ἡμῖν προκειμένου τὴν ἀλήθειαν οὕτω βασανίσαι,
3 καθεψήσαντι φακῆν, κράμβην, τι τῶν θαλαττίων
4 ζώων ὧν εἶπον, εἶτα δ’ ἡδύναντι τὸ ἀφέψημα δῶ
5 ἐλαίου καὶ γάρου καὶ πεπέρεως, ἔπειτα δόντι πίνειν, ἂν
6 βούλῃ, καθάπερ γε καὶ δὶς ἑψήσαντι τὴν κράμβην· θεάση
7 γὰρ ἐπὶ μὲν πόματι διαχωροῦσαν τὴν κοιλίαν, ἐπὶ δὲ τῷ
8 στερεῷ σώματι στεγνουμένην. οὐδὲν οὖν θαυμαστὸν ἐνίοτε
9 στρόφους τε γίνεσθαι καὶ ἐμπνευματώσεις ἐπὶ τοῖς τοιούτοις
10 ἐδέσμασιν, ὅταν ἅμα τοῖς ἑαυτῶν χυμοῖς ὅλα τὰ σώματα
11 ληφθῇ. μάχη γάρ τις γίνεται πρὸς ἄλληλα, τοῦ μὲν
12 στερεοῦ σώματος ἰσχομένου τε καὶ βραδύνοντος, ἐπειγομένης
13 δὲ τῆς ὑγρότητος ἐπὶ τὴν ἔκκρισιν. ὡς ἐάν γε τὸ δάκνον
14 ἐκκριθῇ, παύεται τὸ σύμπτωμα· μένοντος δὲ αὐτοῦ,
15 καὶ στροφοῦσθαι καὶ πνευματοῦσθαι τὴν κοιλίαν ἀναγκαῖόν
16 ἐστιν. καὶ πέρας γε τούτων ἐστὶν τῶν στασιαζόντων
17 ἔκκρισις. ἐπεὶ. τοίνυν ἐνίοις μὲν αἱ γαστέρες ἕτοιμοι
18 πρὸς ὑποχώρησίν εἰσιν, ἐνίοις δὲ ξηραὶ καὶ δυσέκκριτοι, 6.463
1 κατὰ τὴν οἰκείαν ἑκάτεραι φύσιν ἐπὶ τοῖς τοιούτοις ἐδέσμασι
2 τὰ συμπτώματα ἴσχουσιν, ὡς ἂν ἐνίοτε μὲν τῇ τοῦ χυλοῦ
3 δυνάμει συνεργούσης τῆς γαστρὸς, ἐνίοτε δὲ τῇ τοῦ στερεοῦ.
4 δυοῖν γὰρ αἰτίων ἀνθισταμένων, ἑνὶ μὲν τὴν νίκην
5 ἀναγκαῖόν ἐστιν ἀκολουθῆσαι, τὴν δ’ ἥτταν τῷ λοιπῷ.
6 συμβαίνει δὲ τοῦτο καὶ κατὰ διαθέσεις τινὰς τῆς γαστρός,
7 οὐ φυσικὰς, ἀλλ’ ἐν καιρῷ τινι γενομένας. ἔσθ’ ὅτε μὲν
8 γὰρ ἀθροίζεται φλεγματώδης τις ἐν αὐτῇ χυμὸς, ἔσθ’ ὅτε
9 δὲ χολώδης. καὶ τοῦ φλεγματώδους αὐτοῦ τὸ μὲν ὀξὺ,
10 τὸ δὲ ἁλυκόν ἐστιν, τὸ δὲ γλυκὺ, τὸ δὲ οὐδεμίαν ἔχον
11 αἰσθητὴν ποιότητα καὶ τὸ μὲν ὑγρὸν, τὸ δὲ παχὺ, καὶ
12 τὸ μὲν γλίσχρον, τὸ δὲ εὐσκέδαστον. καὶ τῆς χολῆς μὲν
13 ξανθή τις, δὲ ὠχρὰ, τὸ μᾶλλόν τε καὶ ἧττον ἑκατέρα
14 πάμπολυ κεκτημένη, ἵνα τὰς ἄλλας χολὰς παραλείπωμεν
15 τὰς τοῖς ἤδη νοσοῦσιν σώμασιν ἐπιφαινομένας. ἕκαστος οὖν
16 τῶν εἰρημένων χυμῶν ἤτοι πρὸς ἔκκρισιν γαστρὸς, πρὸς
17 ἐπίσχεσιν ἑτοίμως διακείμενος, ὅταν ὅλα τὰ σώματα τῶν 6.464
1 εἰρημένων ἐδεσμάτων ἅμα τοῖς ἰδίοις χυμοῖς εἰς τὴν κοιλίαν
2 ἀφίκηται, συμμαχεῖ μὲν τοῖς τὴν αὐτὴν δύναμιν ἔχουσιν,
3 ἀντιπράττει δὲ τοῖς ἐναντίαν. ἔμπροσθεν μὲν οὖν αἰτίαι
4 διτταὶ κατὰ γένος εἴρηνται τοῦ διαφόρως ἐπὶ τοῖς αὐτοῖς
5 σιτίοις τὰ κατὰ τὴν γαστέρα φαίνεσθαι διοικούμενα· νυνὶ
6 δὲ καὶ τρίτη τις εὕρηται πρός τε τῇ φυσική διαθέσει καὶ
7 τοῖς ὑγροῖς τε καὶ στερεοῖς μέρεσιν τῶν ἐσθιομένων· ἐσθιόμενα
8 γὰρ ἐδεστὰ καλεῖν τροφὰς οὐ διοίσει. καὶ
9 γὰρ οὕτως καὶ τούτων οὐδὲν ἧττον ὀνομάζουσιν αὐτὰ, καὶ
10 σιτία, καὶ βρώματα, καθότι καὶ Ἱπποκράτης ἐν ἐπιδημίαις
11 ἔγραψεν ὧδε·  τὰ βρώματα καὶ πόματα πείρης
12 δεῖταί, εἰ ἐπὶ τὸ ἴσον μένη. καὶ πάλιν ἑτέρωθι· πόνοι,
13 σιτία, ποτὰ, ὕπνοι, ἀφροδίσια, πάντα μέτρια. τῶν μὲν
14 οὖν ὀνομάτων, ὡς ἀεὶ λέγομεν, ἀμελεῖν χρὴ φροντίζοντας,
15 ὅπως τις ἂν αὐτοῖς χρῆται, συνήθων γε ὄντων ἁπάντων
16 τοῖς Ἕλλησι, τῆς δὲ τῶν πραγμάτων ἐπιστήμης ἀντιποιεῖσθαι
17 προσήκει. φαίνεται δὲ ταῦτα ταχεῖαν βραδεῖαν 6.465
1 ἴσχοντα τὴν διέξοδον, ἤτοι διὰ τὴν ἐξ ἀρχῆς ἡμῶν φύσιν,
2 διὰ τὴν ἐπίκτητον διάθεσιν τῆς γαστρὸς, διὰ τὴν οἰκείαν
3 οὐσίαν. λέγω δὲ τῶν ἐσθιομένων καὶ πινομένων,
4 ἐπειδὴ τινὰ μὲν αὐτῶν εἰσὶν ὑγρὰ, τινὰ δὲ ξηρὰ, καὶ τινὰ
5 μὲν γλίσχρᾳ, τινὰ δὲ εὔθρυπτα τε καὶ εὐδιαίρετα, καὶ
6 τινὰ μὲν δριμύτητας ἐν αὑτοῖς ἔχοντα, τινὰ δὲ ὀξύτητας,
7 πικρότητας, γλυκύτητας, ἁλυκότητας, αὐστηρότητας,
8 στρυφνότητας, τινας ἔξωθεν τούτων φαρμακώδεις
9 δυνάμεις ὁμογενεῖς ταῖς τῶν καθαιρόντων φαρμάκων. ἀνδράφαξυς
10 μὲν γὰρ καὶ βλίτον καὶ μαλάχη καὶ κολόκυνθα
11 διὰ τὸ γλίσχρα τε εἶναι καὶ δίυγρα θᾶττον τῶν μὴ τοιούτων
12 ὑπέρχεται, καὶ μάλιστα τοῖς περιπατοῦσιν ἡσύχως μετὰ
13 τὴν προσφορὰν αὐτῶν ἐπ’ ἐδάφους εἴκοντος μετρίως· ὀλισθαίνει
14 γὰρ ἐν τῷ κατασείεσθαι μᾶλλον, εἴ τις ἀτρεμήσει
15 κατακείμενος. ἐν τούτῳ δὲ τῷ γένει καὶ τὰ μόρα καὶ τὰ
16 γλυκέα κεράσια θείη τις ἂν, ὥσπερ καὶ τῶν οἴνων τοὺς
17 γλυκεῖς καὶ παχεῖς. οἱ δὲ πέπονές τε καὶ μηλοπέπονες ὀνομαζόμενοι
18 δῶ ὑγρότητά τε καὶ γλισχρότητα πρὸς ὑποχώρησίν 6.466
1 εἰσιν ἐπιτήδειοί τε καὶ δύναμίν γε ἔχουσι μετρίως
2 ῥυπτικήν· καὶ μᾶλλόν γε αὐτῶν οἱ πέπονες, ἤν ἔνεστί σοι
3 μαθεῖν ἀνατρίψαντι μορίον ῥυπαρὸν,  ἀποῤῥύψουσι
4 γὰρ αὐτοῦ τὸν ῥύπον αὐτίκα. ταῦτα δὴ καὶ τῶν οὔρησιν
5 κινούντων εἰσίν. ἐκ δὲ τῶν ὑγρῶν καὶ ὑδατωδῶν σωμάτων
6 ἐστὶ καὶ τὰ βρεκόκκια καλούμενα καὶ τὰ Περσικὰ, καὶ
7 ὅλως ὅσα μηδεμίαν ἰσχυρὰν ἔχειν φαίνεται ποιότητα τοῖς
8 γευομένοις ὀσμωμένοις αὐτῶν· ἅπερ, ἂν μὲν ἐπιτηδείως
9 γαστὴρ ἔχῃ πρὸς τὴν κάτω διαχώρησιν, ὑπέρχεται ῥᾳδίως,
10 εἰ δὲ μὴ, μένει καὶ αὐτὰ μετέωρα, μηδὲν εἰς ἔκκρισιν αὐτὴν
11 ὠφελοῦντα. μέση γὰρ πως τοιαύτη τῶν ἐδεσμάτων
12 ὕλη τῆς τε τῶν ἐπεχόντων τὴν γαστέρα καὶ τῆς τῶν προτρεπόντων
13 οὔσα βραχύ τι ῥέπει πρὸς τὸ ἕτερον, ὅταν γε
14 μὴ πάνυ τύχη νωθρᾶς γαστρὸς εἰς ἀπόκρισιν, ἰσχυρᾶς
15 εἰς ἀνάδοσιν, ἐνίοτε γὰρ ἐπέχει γαστέρα καὶ ταῦτα. καὶ τὸ
16 μελίκρατον, οἷς ἀναδίδοσθαι φθάνει ταχέως, οὐ προτρέπει
17 τὴν γαστέρα πρὸς ἔκκρισιν, ἀλλὰ καὶ τοῖς μιχθεῖσιν ἑαυτῷ 6.467
1 σιτίοις εἰς ἀνάδοσιν ὑφηγεῖται. εἰ δὲ μὴ φθάσειεν ἀναδοθῆναι
2 ταχέως, ἐρεθίζει πρὸς ἔκκρισιν, ὥσπερ ξανθὴ
3 χολή διὰ τὴν δριμύτητα καὶ τὸ δακνῶδες ἔχειν ἐν ἑαυτῇ.
4 τὰ μὲν οὖν τοιαῦτα τῶν ἐσθιομένων τε καὶ πινομένων, δάκνοντα
5 μόνον, ἐπὶ τὴν ἔκρισιν ἐπεγείρει τὰ κατὰ τὴν κοιλίαν
6 μόρια. πρόδηλον δὲ, ὅτι καὶ τῶν ἐντέρων οὐσία
7 παραλαμβάνεται κατὰ λόγον. οὕτως γέ τοι καὶ τοὺς προγάστορας
8 καὶ μεγαλοφίλους ὀνομάζουσιν οἱ ἄνθρωποι. τινὰ
9 δὲ ὑπάγει τὴν γαστέρα, μεμιγμένας ἐν ἑαυτοῖς ἔχοντα φαρμακώδεις
10 δυνάμεις, ὁμοίας τῇ κατὰ τὴν σκαμμωνίαν τε καὶ
11 κολοκυνθίδα, καὶ τὸν ἑλλέβορον, ὅσα τ’ ἄλλα τοιαῦτα·
12 μικτὴ γὰρ τοιούτων ἐστὶν φύσις ἐξ ἐδέσματός τε καὶ
13 φαρμάκου, καθάπερ εἰ καὐτὸς ἐμβάλοις τῷ χυλῷ τῆς πτισάνης
14 ὀλίγον τι τοῦ τῆς σκαμμωνίας ὀποῦ. λανθάνων γὰρ
15 οὕτω τὴν αἴσθησιν οὐ λήσεται κατὰ τὴν ἐνέργειαν, ἀλλ’
16 ὑπάξει σαφῶς τὴν γαστέρα. καὶ τοῦθ᾿εἶναι δοκεῖ τισι τὸ
17 ὑφ’ Ἱπποκράτους εἰρημένον· ὲν τροφῆ φαρμακίη.
18 τοῖς δ’ οὐχ οὕτω μόνον ἔδοξεν ἀκούειν, ἀλλὰ κάπ ἐκείνων 6.468
1 λόγος εἰρῆσθαι δύναται τῶν οὔτε θρεπτικήν τινα τοῦ
2 ζώου δύναμιν ἐχόντων ἐδεσμάτων, οὔτε καθαρτικήν. καὶ
3 γὰρ καὶ ταῦτά φασιν οὐχ ὡς τροφάς μόνον ἐνεργεῖν πολλάκις,
4 ἀλλὰ καὶ ὡς φάρμακα, θερμαίνοντα, καὶ ὑγραίνοντα,
5 καὶ ψύχοντα, καὶ ξηραίνοντα σαφῶς ἡμᾶς, ὡς, ὅταν μηδέν
6 τι τούτων ἐνεργῇ περὶ τὸ σῶμα τοῦ ἀνθρώπου, τρύφη δὲ
7 μόνον αὐτὸ, τηνικαῦτα τὸν τοῦ φαρμάκου λόγον οὐχ ἔξει.
8 ὀλίγιστα μὲν οὖν ἐδέσματα τοιαῦτά ἐστιν· ἄττα δ’ ἂν
9 ταῦτα, μόνον τὸν τῆς τροφῆς ἔχει λόγον ἀκριβῶς χωρὶς
10 τοῦ μεταβάλλειν τὸ σῶμα τοῦ προσενεγκαμένου κατὰ ποιότητα·
11 τὸ μὲν γὰρ θερμανθὲν, ψυχθὲν, ξηρανθὲν,
12 ὑγρανθὲν ὑπήλλακται κατὰ ποιότητα, τὸ δ’ ἐκ τῶν σιτίων
13 εἰς ὄγκον οὐσίας τῆς διαφορηθείσης προσλαβὸν, ὡς
14 ὑπὸ τροφῶν μόνον. αὐτῶν ὠφελεῖται. τὰ τοίνυν μέσα ταῖς
15 κράσεσιν, οὐδεμίαν ἐπικρατοῦσαν ἔχοντα ποιότητα, τροφαὶ
16 μόνον εἰσὶν, οὐ φάρμακα, μήθ’ ὑπάγοντα γαστέρα, μήτε
17 ἐπέχοντα, μήτε ῥωννύοντα, μήτ’ ἐκλύοντα στόμαχον, ὥσπερ 6.469
1 γε μήθ’ ἱδρῶτας οὖρα κινοῦντα, καὶ κωλύοντα, μήθ’
2 ἄλλην τινὰ διάθεσιν ἐν τῷ σώματι ποιοῦντα κατὰ ψυχρότητα,
3 καὶ θερμότητα, καὶ ξηρότητα, καὶ ὑγρότητα, διαφυλάττοντα
4 δὲ πάντη τὸ τοῦ τρεφομένου ζώου σῶμα τοιοῦτον,
5 ὁποῖον παρέλαβεν. ἀλλὰ κἀνταῦθα διορισμός ἐστί τις
6 χρησιμώτατος, οὐδ’ αὐτὸς ὑπὸ τοῦ Διοκλέους εἰρημένος,
7 ὥσπερ οὐδὲ διὰ τῶν ἄλλων τινὸς, ὅσους ἄχρι τοῦδε διῆλθον.
8 εἰ μὲν γὰρ ἀκριβῶς μέσον εἴη τῇ κράσει τὸ σῶμα
9 τοῦ ἀνθρώπου, φυλάττοιτ’ ἂν ὑπὸ τῆς μέσης τῇ κράσει
10 τροφῆς ἐν τῇ παρούσῃ καταστάσει· εἰ δ’ ἤτοι ψυχρότερον,
11 θερμότερον, ξηρότερον, ὑγρότερον εἴη τοῦτο, τὰ
12 μέσα τῇ κράσει σιτία τε καὶ ποτὰ ἂν τις κακῶς διδοίη.
13 μεταβάλλεσθαι γὰρ χρὴ τὸ τοιοῦτον σῶμα ἐπὶ τοὐναντίον,
14 εἰς ὅσον ἀπεχώρησε τῆς ἀκριβῶς μέσης καταστάσεως· ἔσται
15 δὲ τοῦτο διὰ τῶν ἐναντίων τῇ παρούσῃ δυσκρασίᾳ. τὰ δὲ
16 ἐναντία τὴν ἴσην ἀφέστηκεν τοῦ μέσου διάστασιν ἐφ’ ἑκάτερα
17 καθ’ ἑκατέραν ἀντίθεσιν. ὥστ, ἐὰν μὲν ἀριθμοῖς,
18 εἰ τύχοι, τρισὶν ἀπὸ τῆς εὐκράτου μὲν καὶ μέσης καταστάσεως 6.470
1 ἀποχωρήσῃ τὸ σῶμα πρός τὴν θερμοτέραν, τοσούτοις
2 χρῆναι καὶ τὸ σιτίον ἀφεστάναι τοῦ μέσου. τῇ κράσει πρὸς
3 τὸ ψυχρότερον, ἐὰν δὲ ἐφ’ ὑγρότητα τέτταρσιν ἀριθμοῖς
4 ἀποστῇ, τοῖς ἴσοις δεῖν εἶναι ξηρότερον τοῦ συμμέτρου.
5 κατὰ τοῦτό γέ τοι πάλιν εὑρεῖν ἔστι πολλοὺς τῶν ἀνθρώπων
6 ἐναντιώτατα περὶ τῶν αὐτῶν τροφῶν ἀποφαινομένους. ἔναγχος
7 γοῦν ἐφιλονείκουν ἀλλήλοις δύο τινὲς, μὲν ὑγιεινὸν
8 ἀποφαινόμενος, δὲ νοσερὸν εἶναι τὸ μέλι, τεκμαιρόμενος
9 ἑκάτερος ἐξ ὧν αὐτὸς ὑπ’ αὐτοῦ διετίθετο, μηκέτι ἐννοοῦντες,
10 ὡς οὔτε μίαν ἅπαντες ἄνθρωποι τὴν ἐξ ἀρχῆς ἔχουσι
11 κρᾶσιν, οὔτ’, εἰ καὶ μίαν ἔσχον, ἀμετάβλητον αὐτὴν ἐν ταῖς
12 ἡλικίαις φυλάττουσιν, ὥσπερ οὐδ’ ἐν ταῖς κατὰ τὰς ὥρας
13 τε καὶ χώρας ὑπαλλαγαῖς, ἵνα παραλείπω γε κατὰ τὸ παρὸν,
14 ὡς καὶ τοῖς ἐπιτηδεύμασιν καὶ ταῖς διαίταις ὑπαλλάττουσιν
15 τὰς φυσικὰς τῶν σωμάτων διαθέσεις. εὐθὺς γοῦν αὐτῶν
16 τῶν διαφερομένων ἀλλήλοις περὶ τοῦ μέλιτος μὲν πρεσβύτης
17 τε κατὰ τὴν ἡλικίαν ἦν καὶ φύσει φλεγματωδέστερος,
18 ἀργός τε τῷ βίῳ καὶ πρὸς τἀς ἄλλας μὲν ἁπάσας πράξεις, 6.471
1 οὐχ ἥκιστα δὲ καὶ πρὸς τὰ τοῦ βαλανείου γυμνάσια, καὶ
2 διὰ τοῦτ᾿αὐτῷ μέλι χρήσιμον ἤν· δὲ ἕτερος χολώδης τε
3 φύσει καὶ τριακονταετὴς κατὰ τὴν ἡλικίαν ἐτύγχανεν ὥν,
4 ἐπὶ δὲ ταῖς ὁσημέραι πράξεσι πολλὰ ταλαιπωρούμενος·
5  εἰκότως οὖν αὐτῷ τὸ μέλι ἐξεχολοῦτο ταχέως, καὶ
6 ταύτῃ βλαβερώτερον ἦν. οἶδα δὲ κἀγώ τινα τὰ κατὰ τὸ
7 στόμα τῆς κοιλίας μεμφόμενον, λογισάμενός τε ἐξ ὧν διηγεῖτο,
8 φλέγμα κατ’ αὐτὴν ἡθροῖσθαι, συμβουλεύσας προσενέγκασθαι
9 μετὰ σινήπιος πράσα τε καὶ τεῦτλα, τμηθέντος
10 θ’ ὑπ’ αὐτῶν τοῦ φλέγματος, ἐκκρίνασάν τε πλείω τὴν γαστέρα
11 καὶ τῶν συμπτωμάτων πάντων ἐλευθέραν ἐκτήσατο.
12 αὖθις οὖν ποτ’ ἀπεπτήσας ἐπὶ δριμέσιν ἐδέσμασιν καὶ δακνόμενος
13 τὴν γαστέρα, σίνηπι μετὰ τεύτλου προσενεγκάμενος,
14 οὐ μόνον οὐδὲν ὤνατο τὴν δῆξιν, ἀλλὰ καὶ χείρων
15 ἀπεδείχθη συχνῶς. καὶ δὴ θαυμάζων, ὅπως ἐβλάβη. συχνῶς
16 ὑφ’ ὧν ἔμπροσθεν ὠφελεῖτο μέγιστα, πρός με παρεγένετο,
17 τὴν αἰτίαν πυνθανόμενος. ἰδιώτας μὲν οὖν ἰατρικῆς τέχνης
18 ἀνθρώπους οὐκ ἀπεικός ἐστι ταῦτα σφάλλεσθαι· τοῖς δὲ 6.472
1 ἰατροῖς οὐκ ἄν τις συγγνοίη παραλιποῦσιν ἀδιόριστα πολλὰ
2 τῶν χρησιμωτάτων θεωρημάτων. οὐ γὰρ ἁπλῶς προσήκει
3 λέγειν αὐτοὺς, εὐπέπτους μὲν εἶναι τοῖς πλείστοις τοὺς πετραίους
4 ἰχθύας, εὑρίσκεσθαι δέ τινας, οἴ τὰ βόεια κρέα
5 ῥᾷον πέπτουσιν, ἀλλ’ ἑκατέρους διορίσαι, καθάπερ γε καὶ
6 περὶ μέλιτος οὐχ ἁπλῶς εἰπεῖν, ἀλλὰ μετὰ τοῦ προσθεῖναι,
7 τίσιν ἡλικίαις τε καὶ φύσεσιν, ὥραις, καὶ χώραις, καὶ βίοις
8 ὠφέλιμόν ἐστιν, βλαβερόν· οἷον ὅτι τοῖς μὲν θερμοῖς
9 καὶ ξηροῖς ἐναντιώτατον, ὠφελιμώτατον δὲ τοῖς ὑγροῖς
10 τε καὶ ψυχροῖς, εἴτε δέ ἡλικίαν, διὰ φύσιν, χώραν,
11 ὥραν, ἐπιτήδευμά τι τοιοῦτοι τὴν κρᾶσιν εἶεν. ὥστ’
12 ἀναγκαιότατόν εἶναι ἔοικεν τὴν παροῦσαν θεωρίαν ἐπισκέψασθαι
13 τάς τε τῶν ἀνθρώπων καὶ τῶν ἐδεσμάτων κράσεις.
14 αἱ μὲν οὖν τῶν ἀνθρώπων ὁποῖαί τέ εἰσιν καὶ
15 ὅπως χρὴ διαγιγνώσκειν αὐτὰς, ἐν τοῖς περὶ κράσεων ὑπομνήμασι
16 λέλεκται, καθάπερ γε καὶ περὶ τῶν φαρμάκων ὲν 6.473
1 τοῖς περὶ τῶν  δυνάμεων αὐτῶν. ἐν δὲ τοῖς νῦν
2 ἐνεστῶσι καιρὸς ἂν εἴη τὰς τῶν σιτίων εἰπεῖν κράσεις·
3 ὡς ἐν τῷ διαίτης ἐγράφθη βιβλίῳ, κατὰ τινὸς μὲν Ἱπποκράτους
4 ὄντι συγγράμματι, κατὰ τινὰς δὲ Φιλιστίωνος,
5 Ἀρίστωνος, Εὐρυφῶντος, Φιλήτου, παλαιῶν ἁπάντων
6 ἀνδρῶν. ἀρχή δέ ἐστιν αὐτοῦ κατὰ μὲν ἔνια τῶν ἀντιγράφων
7 ἥδε· Σιτίων τε καὶ πομάτων δύναμιν ἑκάστου, καὶ τὴν
8 κατὰ φύσιν, καὶ τὴν διὰ τῆς τέχνης, ᾧδε χρὴ διαγινώσκειν.
9 ὲν ἄλλοις δὲ ἥδε· Χωρίων δὲ θύσιν καὶ φύσιν ἑκάστου
10 ᾧδε χρὴ διαγινώσκειν. ὅταν μὲν οὖν αὐτὸ καθ’ ἑαυτὸ φέρηται
11 τὸ βιβλίον τοῦτο, περὶ διαίτης ἐπιγράφεται, μέρος
12 ὃν δεύτερον εἰς τρία διηρημένου τοῦ παντός· ὅταν δὲ τὸ
13 συγκείμενον ἐκ τῶν τριῶν ὅλον ἐν ἀδιαίρετον εὑρεθῇ, περὶ
14 φύσεως ἀνθρώπου καὶ διαίτης ἐπιγράφεται. τὸ μὲν οὖν
15 δεύτερον, ἐν περὶ τῶν σιτίων διέρχεται, τάχ’ ἄν τις εὐλόγως
16 Ἱπποκράτους ἄξιον ἡγήσαιτο· τὸ δὲ πρῶτον ἀφέστηκε
17 πάμπολλα τῆς Ἱπποκράτους γνώμης. ἀλλὰ τοῦτο μὲν 6.474
1 οἷον ὁδοῦ τι πάρεργον εἰρήσθω. ὅτου δ’ ἂν τῶν εἰρημένων
2 ἀνδρῶν, εἴς τινα καθόλου μέθοδον ἀναφέρειν φαίνεται
3 τὴν ἐπὶ τοῖς σιτίοις δίαιταν. γὰρ γνούς, ὅτι
4 κριθὴ φύσει ψυχρά ἐστι καὶ ὑγρὰ ἑψηθεῖσα, ἐπιστάμενος
5 καὶ τὰς τῶν σωμάτων γνωρίζειν κράσεις, ὅσαι τε φύσει
6 ὑπάρχουσι, καὶ ὅσαι κατὰ διάθεσιν ἐπίκτητον γίγνονται,
7 χρήσεται προσηκόντως κριθαῖς εἷς ἐδωδὴν, οὐ μόνον ἐπὶ
8 τῶν ὑγιαινόντων, ἀλλὰ καὶ τῶν νοσούντων σωμάτων, καὶ
9 καταπλάσματι δέ τις δι’ ἀλεύρου κριθίνου χρήσεται καλῶς
10 τὴν κρᾶσιν ἐπιστάμενος αὐτῶν.  δεῖ δὲ μὴ
11 μόνον ἐγνῶσθαι τὴν κυριωτάτην τε καὶ πρώτην ἑκάστου σιτίου
12 κρᾶσιν, ἀλλ’, ὡς ἐν τοῖς περὶ φαρμάκων ἐδείχθη, καὶ
13 τὰς ἐξ ἐκείνων γιγνομένας· ὧν οὐχ ἥκιστα τυγχάνουσι χρήσιμοι
14 οὖσαι πολλαὶ μὲν τῶν κατὰ τοὺς χυμούς, εἰ μὴ ἄρα
15 καὶ πάσαι, τινὲς δὲ καὶ τῶν κατὰ τὰς ὀδμάς. ἐκ γὰρ τοῦ
16 κεκρᾶσθαί πως ἕκαστον ἐκ τοσοῦδε θερμοῦ, καὶ ψυχροῦ,
17 καὶ ξηροῦ, καὶ ὑγροῦ, καί τὸ μὲν αὐτῶν γλυκὺ, τὸ δὲ 6.475
1 πικρὸν, ἁλμυρὸν, στρυφνῶν, αὐστηρὸν, δριμὺ
2 φαίνεται. τὸ δὲ ἁλυκὸν οὐκ ἄλλο τι σημαίνει παρὰ τό
3 ἁλμυρὸν, ἀλλ’ ὑπ’ ἀμφοῖν ἔν τι δηλοῦται, στρυφνοῦ δὲ καὶ
4 αὐστηροῦ τὸ κοινὸν γένος ὀνομάζεται στῦφον. ἐπὶ πλεῖστον
5 δὲ περὶ τῶν χυμῶν ἁπάντων ὲν τῷ τετάρτῳ περὶ τῆς τῶν
6 ἁπλῶν φαρμάκων δυνάμεως εἴρηται· καὶ χρὴ πάντως ἐκεῖνο
7 γοῦν ἀνεγνωκέναι τὸν μέλλοντα τοῖς νῦν λεγομένοις ἀκολουθήσειν,
8 ὅπως μὴ πάλιν ἀναγκαζώμεθα λέγειν ἐν τοῖσδε
9 περὶ τῶν αὐτῶν τὰ αὐτά. τῶν γὰρ σιτίων, ὡς ὀλίγον ἔμπροσθεν
10 ἔφην, ἔνια μὲν οὐδεμίαν ἐπίσημον ἐμφαίνει ποιότητα
11 καθ᾿ὀσμὴν γεῦσιν, δὴ καὶ ἄποια καὶ ὑδατώδη
12 προσαγορεύουσιν, ἔνια δὲ στύψιν ἔχει σαφεστάτην,
13 γλυκύτητα σύμφυτον, δριμύτητα, καθάπερ γε καὶ ἁλμυρώτερά
14 τε τινα φαίνεται, καὶ πικρότητος ἔνια σαφῶς μετέχοντα.
15 πρόδηλον οὖν, ὅτι τὰ τοιαῦτα τὴν αὐτὴν ἔχει
16 δύναμιν ἐκείνοις τῶν φαρμάκων, οἷς ὡμοίωται κατὰ τὸν 6.476
1 χυμόν. εἴρηται δὲ ἐν τοῖς περὶ τῶν φαρμάκων αἰτία, δέ
2 ἤν ἔντα τῶν στυφόντων οὐ ταὐτὸ τοῖς; ἄλλοις στύφουσιν
3 ἐργάζεται, καθάπερ ἀλόη τε καὶ χαλκὸς κεκαυμένος, καὶ
4 χάλκανθος, καὶ ἄνθος χαλκοῦ, καὶ λεπὶς, καὶ χαλκῖτις. ἐκ
5 τοῦ μεμίχθαι γὰρ καθ’ ἕκαστον αὐτῶν τῇ στυφούσῃ δυνάμει
6 τε καὶ οὐσίᾳ τῶν ἄλλων τινὰ τοῖς κατὰ μέρος ἔργοις
7 ἐξαλλάττεται ταῦτα, καθάπερ εἰ καὐτὸς ἀναμίξεις κυδωνίῳ
8 μήλῳ σκαμμωνίαν, ὥσπερ ἀμέλει ποιοῦμεν ἐνίοτε, τοῦ μήλου
9 μὲν γλύφοντες τὰ περὶ τὸ σπέρμα, τὸ δὲ κοιλανθὲν
10 ἀναπληροῦντες τῇ σκαμμωνίᾳ, κἄπειτα περιπλάττοντές τε
11 καὶ ὀπτῶντες, εἶτα διδόντες φαγεῖν τὸ μῆλον. ἄνευ γὰρ
12 τοῦ τὸν στόμαχον ἀνατρέπειν ὑπάγει γαστέρα τὸ οὕτως
13 σκευασθὲν, ἐπικρατούσης ἐν αὐτῷ τῆς καθαρτικῆς δυνάμεως,
14 ἤν ἐκ τῆς σκαμμωνίας τὸ μῆλον ἐπεκτήσατο, διαμενούσης
15 δὲ τῆς κατὰ τὸ μῆλον οἰκείας, οὐ γὰρ ἂν ἡδύ τε καὶ στύφον
16 ἐφαίνετο καὶ τῷ στομάχῳ πρόσφορον. οὕτως οὖν ἔντα
17 τῶν ἐσθιομένων ἔχει τινὰ μεμιγμένην ἐν ἑαυτοῖς δύναμιν, 6.477
1 ἤτοι καθαρτικὴν, τι ποιεῖν ἄλλο πεφυκυῖαν. ἐφ’ ὧν οὐ
2 χρὴ ταῖς τῶν χυμῶν δυνάμεσιν ἀπιστεῖν, ὡς κατεργαζομέναις
3 φύσιν ἔχουσιν ἐνεργεῖν. ὲν ὅτῳ γὰρ ἂν στύφουσα ποιοί.
4 τῆς, ὅσον ἐφ’ ἑαυτῇ, συνάγει τε καὶ σφίγγει, καὶ ψύχει τὰ
5 πλησιάζοντα σώματα. δύναται δὲ ἐνίοτε ταὐτὸ σῶμα τινὰ
6 μὲν θερμαίνοντα τῶν ἑαυτοῦ μορίων ἔχειν, τινὰ δὲ ψύχοντα,
7 καθάπερ ἐδείξαμεν ἐν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεων,
8 τῆς φύσεως οὕτως αὐτὰ μιξάσης, ὡς καὶ τῶν ἰατρῶν
9 ἔνιοι μιγνύουσιν ἐνίοτε τῶν ψυχόντων τινὶ πύρεθρον
10 πέπερι. ταῦτ’ οὖν, ὡς ἔφην ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν,
11 ἐπὶ πλεῖστον ἐξειργασμένα, χρησιμώτατα τοῖς νῦν
12 διδασκομένοις ἐστίν. καὶ γὰρ αἱ κατὰ μέρος ἑκάστου τῶν
13 ἐσθιομένων σκευασίαι τοῖς ταῦτα προεγνωκόσιν εὑρίσκεται.
14 τευτλο φακῆν οὖν ἡμεῖς τε δίδομεν ἐνίοτε, καὶ πρὸ
15 ἡμῶν Ταραντῖνος Ἡρακλείδης ἐδίδου πολλάκις οὐ μόνον
16 ὑγιαίνουσιν ἀμέμπτως, ἀλλὰ καὶ πάσχουσί τι. πρῶτον
17 μὲν οὖν ἐμβάλλομεν αὐτῇ πολλὰ τεῦτλα, δεύτερον δὲ 6.478
1 κατὰ τὴν ἄρτυσιν ἁλῶν βραχὺ πλειόνων, γάρου
2 γλυκέος, ὑπακτικώτερον γὰρ οὕτως. εἰ δὲ μὴ, πτίσας τὴν
3 φακῆν, ἑψήσας τε δὶς, ὡς ἀποχεῖν τὸ πρότερον ὕδωρ,
4 εἰῶ ὀλίγον μὲν ἁλῶν, γάρου μίξας, ἐπεμβαλεῖς τι βραχὺ
5 τῶν ἐφεκτικῶν γαστρὸς, ἤτοι ὄξος, ἄχρι τοῦ μηδὲ λυπῆσαι
6 τὴν γεῦσιν, ἥδιστόν τε καὶ ὠφελιμώτατον ἂν ἐργάσαιο
7 φάρμακόν τε ἅμα καὶ σιτίον οὐκ ὀλίγοις τῶν διαῤῥοίᾳ
8 χρονίᾳ ἐνοχλουμένων. οὐκ ὀλίγοις δὲ εἶπον, ἅπασι φυλαξάμενος.
9 εἰπεῖν, ὅτι κἀνταῦθα διορισμῶν ἐστιν χρεία,
10 καθ’ οὑς αἱ διαθέσεις εὑρεθήσονται τῶν διαῤῥοϊζομένων
11 χρονίως. ὅλως γὰρ οὐδὲν οἷόν τέ ἐστιν τῇ πείρᾳ βασανίσαι
12 προσηκόντως ἄνευ τοῦ τῷ λόγῳ πρότερον εὑρεῖν
13 ἀκριβῶς τὴν διάθεσιν, προσφέρεται τὸ βασανιζόμενον,
14 ἤτοι σιτίον, ποτὸν, φάρμακον. ὕλη γὰρ ἐστι βοηθημάτων
15 τῶν τοιούτων διαθέσεων γνῶσις, οὐκ αὐτῶν.
16 τῶν βοηθημάτων. ἐπεὶ δ’ ἀδύνατον ἄνευ τοῦ γιγνώσκειν
17 ἀκριβῶς τὰς δυνάμεις τῶν ὑλῶν, αἷς χρώμεθα, βοηθεῖν 6.479
1 τοῖς δεομένοις αὐτῶν, ἀναγκαῖόν ἐστιν, ὥσπερ ἑτέρωθι περὶ
2 τῶν ὲν τοῖς φαρμάκοις δυνάμεων, οὕτως ἐνταῦθα περὶ τῶν
3 ἐν τῇ τροφῆ διελθεῖν. γνῶσις δὲ αὐτῶν ἐν χρόνῳ
4 πολλῷ κατορθοῦται μόγις ἔκ τε τῆς διωρισμένης πείρας
5 καὶ τῆς τῶν ἀτμῶν τε καὶ χυμῶν φύσεως, οὓς ἔχειν φαίνεται,
6 τὰ δοκιμαζόμενα, καὶ προσέτι τῆς συστάσεως, ἤν κέκτηται
7 κατά τε γλισχρότητα καὶ χαυνότητα, πίλησίν τε
8 καὶ κουφότητα καὶ βαρύτητα· ταῦτα γὰρ ἅπαντα συντελεῖ
9 πρὸς τὴν εὕρεσιν αὐτῶν, ὥστε κἂν εἰς ξένην χώραν
10 ἀφικόμενος ἴδης τι τῶν μὴ πρόσθεν ἑωραμένων σοι βρωμάτων,
11 ἔχειν ἀφορμὰς οὐκ ὀλίγας εἰς τὴν τῆς δυνάμεως
12 αὐτῶν γνῶσιν. δὲ Μνησίθεος ἔγραψε περί τε ῥιζῶν
13 καὶ καυλῶν, καὶ φύλλων, καὶ καρπῶν, καὶ σπερμάτων, οὐ
14 πάνυ τι βεβαίαν ἔχει τὴν διάγνωσιν, ἐὰν τῇ διωρισμένη
15 πείρᾳ κρίνης αὐτὰ, καθότι καὶ διὰ τῶν ἐφεξῆς ἔσται
16 δῆλον· ἔγνωκα γὰρ ὑπὲρ ἑκάστου  τῶν ἐδεσμάτων
17 ἰδίᾳ διελθεῖν. εἰ δὲ μακρότερος λόγος ἐστὶν ἔσεσθαι 6.480
1 μέλλει, δυνησόμεθα γοῦν αὖθις αὐτὸν ἐν βραχεῖ περιλαβεῖν
2 ἑτέρῳ βιβλίῳ τινὶ μικροτέρῳ, χρησίμῳ τοῖς τεχνωθεῖσιν
3 ἐσομένῳ· μόνη γὰρ κατὰ διέξοδόν τε ἄσκησις καὶ
4 διδασκαλία τεχνίτας ἀπεργάζεται. καὶ διὰ τοῦτό μοι δοκοῦσι
5 καλῶς οἱ πολλοὶ λέγειν, ἀρίστην εἶναι διδασκαλίαν
6 τὴν παρὰ τῆς ζώσης φωνῆς γιγνομένην, ἐκ βιβλίου δὲ μήτε
7 κυβερνήτην τινὰ γιγνόμενον ἰδέσθαι, μήτε ἄλλης τέχνης
8 ἐργάτην· ὑπομνήματα γάρ ἐστι ταῦτα τῶν προμεμαθηκότων,
9 οὐ διδασκαλία τελεία τῶν ἀγνοούντων. εἴ γε μὴν
10 ἐθέλοιέν τινες καὶ τούτων, ὅσοι, διδασκάλων ἀποροῦσιν,
11 ἐντυγχάνειν ἐπιμελοῖς τοῖς σαφῶς τε καὶ κατὰ διέξοδον,
12 ὁποίαν ἡμεῖς ποιούμεθα, γεγραμμένοις, ὀνήσονται μεγάλως,
13 καὶ μάλιστα ἐὰν πολλάκις ἀναγινώσκειν αὐτὰ μὴ
14 ὀκνῶσιν.