ὄντοϲ δὲ τοῦ τῶν κυάμων ἔτνουϲ φυϲώδουϲ, ἔτι καὶ μᾶλλον,
ὅτα ὁλοκλήρουϲ τιϲ αὐτοὺϲ ἑψήϲαϲ χρῆται, φυϲώδειϲ γίγνονται. |
φρυγέντεϲ μέντοι (καὶ γὰρ καὶ οὕτωϲ αὐτοὺϲ ἐϲθίουϲιν ἐν χώρᾳ τραγημάτων
ἔνιοι) τὸ μὲν φυϲῶδεϲ ἀποτίθενται, δυϲπεπτότεροι δὲ καὶ
βραδυπόροι γίγνονται καὶ παχὺν χυμὸν εἰϲ τροφὴν ἀναδιδόαϲι τῷ
ϲώματι. χλωροὶ δ’ ἐϲθιόμενοι πρὶν πεπανθῆναί τε καὶ ξηρανθῆναι τὸ
κοινὸν ἁπάντων ἔχουϲι τῶν καρπῶν, ὅϲουϲ πρὸ τοῦ τελειωθῆναι προϲφερόμεθα,
τροφὴν ὑγροτέραν διδόντεϲ τῷ ϲώματι καὶ διὰ τοῦτο
περιττωματικωτέραν οὐ κατ’ ἔντερον μόνον, ἀλλὰ καὶ καθ’ ὅλην τὴν
ἕξιν. εἰκότωϲ οὖν οἱ τοιοῦτοι τρέφουϲι μὲν ἧττον, ὑποχωροῦϲι δὲ
μᾶλλον.