ἐκ δὲ τῶν ὑγρῶν καὶ ὑδατωδῶν ϲωμάτων ἐϲτὶ καὶ τὰ πραικόκκια
καλούμενα καὶ τὰ περϲικὰ καὶ ὅλωϲ ὅϲα μηδεμίαν ἰϲχυρὰν ἔχειν φαίνεται
ποιότητα τοῖϲ γευομένοιϲ ἢ ὀϲμωμένοιϲ αὐτῶν· ἅπερ, ἐὰν μὲν
ἐπιτηδείωϲ ἡ γαϲτὴρ ἔχῃ πρὸϲ τὴν κάτω διαχώρηϲιν, ὑπέρχεται ῥᾳδίωϲ,
εἰ δὲ μή, μένει καὶ αὐτὰ μετέωρα μηδὲν εἰϲ ἔκκριϲιν αὐτὴν ὠφελοῦντα.
μέϲη γάρ πωϲ ἡ τοιαύτη τῶν ἐδεϲμάτων ὕλη τῆϲ τε τῶν ἐπεχόντων τὴν 5.4.2.209
γαϲτέρα καὶ τῆϲ τῶν προτρεπόντων οὖϲα βραχύ τι ῥέπει πρὸϲ τὸ
ἕτερον, ὅταν γε μὴ πάνυ τύχῃ νωθρᾶϲ γαϲτρὸϲ εἰϲ ἀπόκριϲιν ἢ ἰϲχυρᾶϲ
εἰϲ ἀνάδοϲιν· ἐνίοτε γὰρ ἐπέχει γαϲτέρα καὶ ταῦτα.