ἐπεὶ δὲ τῶν ἀποδείξεων ἀρχαὶ διτταὶ κατὰ γένοϲ εἰϲὶν (ἢ γὰρ ἐξ
αἰϲθήϲεωϲ ἢ ἐκ νοήϲεωϲ ἐναργοῦϲ ἀπόδειξίϲ τε καὶ πίϲτιϲ ἄρχεται
πᾶϲα), καὶ ἡμᾶϲ ἀναγκαῖόν ἐϲτιν ἢ θατέρῳ τούτων ἢ ἀμφοτέροιϲ χρήϲαϲθαι
πρὸϲ τὴν τοῦ προκειμένου ϲκέμματοϲ εὕρεϲιν. οὐϲῶν δὲ τῶν
διὰ τοῦ λόγου κρίϲεων οὐχ ἅπαϲιν ὁμοίωϲ εὐπετῶν, ἐπειδὴ καί ϲυνετὸν
εἶναι χρὴ φύϲει καὶ γεγυμνάϲθαι κατὰ τὴν παιδικὴν ἡλικίαν ἐν
τοῖϲ θήγουϲι μαθήμαϲι τὸν λογιϲμόν, ἄμεινον ἀπὸ τῆϲ πείραϲ ἄρξαϲθαι |
καὶ μάλιϲθ’, ὅτι διὰ ταύτηϲ μόνηϲ εὑρῆϲθαι τὰϲ δυνάμειϲ τῆϲ τροφῆϲ
οὐκ ὀλίγοι τῶν ἰατρῶν ἀπεφήναντο.