μάλιϲτα δὲ χρὴ προϲέχειν τὸν νοῦν τοῖϲ ϲκευαζομένοιϲ ῥοφήμαϲιν
ἐκ τοῦ καλουμένου πλυτοῦ χόνδρου. χυλὸϲ μὲν γάρ ἐϲτιν οὕτοϲ
αὐτοῦ μεμιγμένοϲ ὕδατι, πλείϲτηϲ δ’ ἑψήϲεωϲ δεόμενοϲ ἐξαπατᾷ μὲν
τοὺϲ ϲκευάζονταϲ ὡϲ αὐτάρκωϲ ἡψημένοϲ, οὐ ϲμικρῶϲ δὲ βλάπτει τοὺϲ
νοϲοῦνταϲ, οἵϲπερ δὴ καὶ παραϲκευάζουϲιν αὐτόν· ἐν τάχει γάρ ϲυνίϲταται
καὶ παχύνεται διὰ τὸ κολλώδηϲ εἶναι. χρὴ τοίνυν ὕδατι πολλῷ
μιγνύνταϲ ἐπ’ ἀνθράκων ἕψειν ἐπὶ πλεῖϲτον, ἀνήθῳ κινοῦνταϲ, ἄχριϲ
ἂν ἀκριβῶϲ ἑψηθῇ, τηνικαῦτα δ’ ἐπεμβάλλειν ἤδη καὶ τῶν ἀλῶν. τὸ
δ’ ἔλαιον εἰ καὶ κατ’ ἀρχὰϲ εὐθέωϲ ἀναμίξαιϲ, οὐδὲν βλάψειϲ. ἀλλὰ
τοῦτο μὲν ἐν παρέργῳ λελέχθω τῇ θεραπευτικῇ προϲῆκον, οὐ τῇ νῦν
ἐνεϲτώϲῃ πραγματείᾳ.