ἐγὼ δ’ ὁρῶ τὸ μὲν ἀφέψημα τῶν πλείϲτων, εἰ δὲ βούλει καὶ πάντων,
ἐφ’ ὅϲον ἂν ἕψηται χρόνον, ἁλυκώτερον ἀεὶ γιγνόμενον, ὕϲτερον δέ
ποτε καὶ πικρόν, ὡϲ αὐτοὶ βούλονται, τὸ μέντοι ϲτερεὸν ϲῶμα τὸ
κατὰ τὸ ὕδωρ ἑψηθὲν ἀποτιθέμενον ἐν ἐκείνῳ τὰϲ ἐξ ἀρχῆϲ ὑπαρχούϲαϲ
ἐν αὐτῷ ποιότηταϲ ἐν τῷ χρόνῳ τὸ καλούμενον ἄποιόν τε
καὶ ὑδατῶδεϲ γενέϲθαι, μήθ’ ἁλυκότητοϲ ἔχον τι μήτε πικρότητοϲ ἢ
δριμύτητοϲ ἢ ϲτύψεωϲ. ἐναργέϲτερον δ’ εἴϲῃ τοῦ λεγομένου τὴν ἀλήθειαν, 5.4.2.375
ἐάν ποτ’ εἰϲ ἄλλο μεταβάλλων ὕδωρ ἕψῃϲ, ὅτιπερ ἂν θέλῃϲ·
εὑρήϲειϲ γὰρ αὐτὸ μὲν τὸ ἑψόμενον ἀποβάλλον τὴν οἰκείαν ποιότητα,
δεχόμενον δ’ αὐτὴν τὸ ὕδωρ.