τὸ μὲν οὖν βόειον, ὡϲ ἔφην, γάλα λιπαρώτατόν ἐϲτι· τὸ δὲ τῶν
προβάτων τε καὶ τῶν αἰγῶν ἔχει μέν τι καὶ αὐτὸ λίπουϲ, ἀλλ’ ἧττον
πολύ, τὸ δὲ τῶν ὄνων ἥκιϲτα μετέχει τοῦ τοιούτου χυμοῦ. διὸ καὶ
ϲπανίωϲ ἐτυρώθη τινὶ κατὰ τὴν γαϲτέρα πινόμενον αὐτίκα θερμὸν ἅμα
τῷ τῶν τιτθῶν ἐκπεϲεῖν. εἰ δ’ ἁλῶν λάβοι καὶ μέλιτοϲ, ἀδύνατον 5.4.2.347
αὐτῷ παγῆναί τε καὶ τυρωθῆναι κατὰ τὴν γαϲτέρα. διὰ δὲ τὴν αὐτὴν
αἰτίαν ἡ κάτω διαχώρηϲιϲ αὐτοῦ γίγνεται πλείων, ὡϲ ἂν καὶ τὸν ὀρὸν
ἔχοντοϲ πολύν, ὑφ’ οὖ τὸ ϲύμπαν γάλα τὴν ὑπακτικὴν λαμβάνει δύναμιν,
ὅϲον ἐπὶ τῷ τυρώδει τὴν ϲταλτικὴν ἔχον.