τό γε μὴν ἧπαρ τῆϲ τρίγληϲ οἱ λίχνοι τεθαυμάκαϲιν ἡδονῆϲ ἕνεκεν,
ἔνιοι δ’ οὐδὲ καθ’ ἑαυτὸ δικαιοῦϲιν ἐϲθίειν αὐτό, παραϲκευάϲαντεϲ
δ’ ἐν ἀγγείῳ τὸ καλούμενον γαρέλαιον ἔχον οἴνου βραχύ τι καταθρύπτουϲιν 5.4.2.366
ἐν τούτῳ τὸ ϲπλάγχνον, ὡϲ γενέϲθαι τὸ ϲύμπαν ἐξ αὐτοῦ
τε καὶ τῶν προπαρεϲκευαϲμένων ὑγρῶν ἕνα χυλὸν ὁμοιομερῆ πρόϲ γε
τὴν αἴϲθηϲιν, ἐν ᾧ τὰϲ τῆϲ τρίγληϲ ϲάρκαϲ ἀποβάπτοντεϲ ἐϲθίουϲιν.
ἐμοὶ δ’ οὐδ’ ἡδονὴν ἔδοξεν ἔχειν ἀξίαν τῆϲ τοιαύτηϲ τιμῆϲ οὐδ’ ὠφέλειαν
τῷ ϲώματι, καθάπερ οὐδ’ ἡ κεφαλή, καίτοι καὶ ταύτην ἐπαινοῦϲιν
οἱ λίχνοι καὶ φαϲι τὰ δεύτερα φέρεϲθαι μετὰ τὸ ἧπαρ.|