ἐκ γὰρ τοῦ μεμῖχθαι καθ’ ἕκαϲτον αὐτῶν τῇ ϲτυφούϲῃ δυνάμει
τε καὶ οὐϲίᾳ τῶν ἄλλων τινὰ τοῖϲ κατὰ μέροϲ ἔργοιϲ ἐξαλλάττεται
ταῦτα, καθάπερ εἰ καὐτὸϲ ἀναμίξαιϲ κυδωνίῳ μήλῳ ϲκαμμωνίαν, ὥϲπερ
ἀμέλει ποιοῦμεν ἐνίοτε, τοῦ μήλου μὲν γλύφοντεϲ τὰ περὶ τὸ ϲπέρμα,
τὸ δὲ κοιλανθὲν ἀναπληροῦντεϲ τῇ ϲκαμμωνίᾳ κἄπειτα περιπλάττοντεϲ
ζύμῃ καὶ ὀπτῶντεϲ, εἶτα διδόντεϲ φαγεῖν τὸ μῆλον. ἄνευ γὰρ τοῦ
τὸν ϲτόμαχον ἀνατρέπειν ὑπάγει γαϲτέρα τὸ οὕτω ϲκευαϲθέν, ἐπικρατούϲηϲ
μὲν ἐν αὐτῷ τῆϲ καθαρτικῆϲ δυνάμεωϲ, ἣν ἐκ τῆϲ ϲκαμμωνίαϲ
τὸ μῆλον ἐπεκτήϲατο, διαμενούϲηϲ δὲ τῆϲ κατὰ τὸ μῆλον οἰκείαϲ· οὐ
γὰρ ἂν ἡδύ τε καὶ ϲτύφον ἐφαίνετο καὶ τῷ ϲτο μάχῳ πρόϲφορον.