ὁ δ’ ἐμὸϲ πατήρ, ἐν παρακμῇ τῆϲ ἡλικίαϲ φιλογέωργοϲ γενόμενοϲ,
ἔϲπειρέ ποτε καὶ πυροὺϲ καὶ κριθάϲ, ἀκριβῶϲ ἐκλέξαϲ αὐτῶν ἅπαν
ὅϲον ἑτερογενὲϲ ἐμέμικτο ϲπέρμα, χάριν τοῦ γνῶναι ϲαφῶϲ, εἰ κατὰ
μεταβολὴν αὐτῶν ἡ γένεϲιϲ γίγνεται ταῖϲ αἴραιϲ τε καὶ τοῖϲ αἰγίλωψιν
ἢ φύϲιν ἰδίαν ἔχει καὶ ταῦτα τὰ ϲπέρματα. γεννηθέντων δ’ ἅμα
τοῖϲ καθαροῖϲ ϲπέρμαϲιν αἰρῶν μὲν πολλῶν κατὰ τύχην ἐν τοῖϲ πυροῖϲ,
ὀλίγων δ’ ἐν ταῖϲ κριθαῖϲ, ἀλλ’ αἰγίλωποϲ δαψιλοῦϲ, ἐπεχείρηϲε καὶ
τῇ τῶν ἄλλων ϲπερμάτων βαϲάνῳ τὸν αὐτὸν τρόπον. εὖρεν οὖν κὰν
τοῖϲ φακοῖϲ ἐκ μεταβολῆϲ αὐτῶν γεννωμένουϲ ἀράκουϲ τε τοὺϲ ϲκληροὺϲ
καὶ ϲτρογγύλουϲ καὶ πελεκίνουϲ, ἄβρωτα ϲπέρματα, τὴν δ’ ἀπαρίνην
οὐ μόνον ἄβρωτον, ἀλλὰ κἀν τῷ φύεϲθαι περιπλεκομένην τοῖϲ
φυτοῖϲ τῶν φακῶν ἄγχουϲάν τε καὶ πνίγουϲαν αὐτὰ καὶ καταϲπῶϲαν,
ὥϲπερ ἡ ὁροβάγχη τοὺϲ ὀρόβουϲ.