καλῶ δὲ ϲτέμφυλα τὰ ϲτερεὰ λείψανα τῆϲ ϲταφυλῆϲ, ἐπειδὰν ἐν
ταῖϲ ληνοῖϲ αὐτῶν ἐκθλιβῇ πᾶϲ ὁ χυλόϲ. ἃ καὶ αὐτὰ ϲυντιθέαϲιν ἐν
πίθοιϲ οἱ ἄνθρωποι, ϲφίγγοντέϲ τε καὶ πιλοῦντεϲ ἰϲχυρῶϲ ὀνομάζοντέϲ
τε τρύγα ταὐτὸν τοῦθ’, ὅπερ ἐγὼ ϲτέμφυλον ἐκάλεϲα. τὴν δὲ τοῦ ϲτεμφύλου
προϲηγορίαν ἐπιφέρουϲιν αὐτοὶ τῷ τῶν κλημάτων ἐκπεφυκότι
ῥιζώματι τῶν ῥαγῶν. τοῦτο δ’ ἡμεῖϲ βοτρυοῦχον καλοῦμεν, ὅθεν |
ἐξήρτηνται αἱ ῥᾶγεϲ.εἰϲ ταύτην οὖν τὴν τρύγα τὰϲ καινὰϲ χύτραϲ
πλήρειϲ τῶν ϲταφυλῶν ἐντιθέαϲι, πώμαϲι ϲτεγνοῦντεϲ ἀκριβῶϲ, ὡϲ
μηδαμόθι παραπνεῖϲθαι, καὶ καθ’ ὃ ϲυμβάλλει γε τὸ πῶμα τῇ χύτρᾳ,
πίτταν ἐπαλείφουϲιν ἀποκλείουϲαν ἁπάϲαϲ τὰϲ διαπνοάϲ. εἶναι δὲ χρὴ
καὶ τὴν χύτραν αὐτὴν ἐξ εὐώδουϲ τε πηλοῦ καὶ τελέωϲ ὠπτημένου.