ἡ ϲκευαϲία δὲ τῆϲ τοιαύτηϲ κράμβηϲ ἐϲτὶν ἥδε· προεψήϲαντεϲ
αὐτὴν ἐν ὕδατι τοῦτο μὲν ὅλον ἀκριβῶϲ ἐξαιροῦϲι τοῦ λέβητοϲ, ἕτερον
δ’ ἐπεμβάλλουϲι καθαρὸν θερμόν, ἐν ᾧ πάλιν ἕψουσι τὸ δεύτερον, ἵν’,
εἴ τι μετὰ τὴν προτέραν ἕψηϲιν ἔτι λείψανον ἔχοι τῆϲ οἰκείαϲ ὑγρότητοϲ,
ὅλον ἐκκριθείη· πᾶϲι γὰρ τοῖϲ ἑψομένοιϲ ἐν ὑγρῷ ϲυμβαίνει
μεταλαμβάνειν τε ἅμα τῆϲ ἐκείνου δυνάμεωϲ καὶ μεταδιδόναι τῆϲ ἑαυτῶν.
καὶ τοῦθ’ ὁϲημέραι γιγνόμενον ἐπὶ τῶν ἐν τοῖϲ ζωμοῖϲ ἑψομένων
ἔνεϲτί ϲοι μαθεῖν, εἴτ’ οὖν ὄϲπριόν τι τὸ ἑψόμενον εἴτε ζῷου
μόριον εἴτε λάχανον εἴη. τὸ μὲν γὰρ ἑψηθὲν ἐνδείκνυται γευομένοιϲ
τε καὶ ὀϲμωμένοιϲ τὴν τοῦ ζωμοῦ ποιότητα καὶ δύναμιν, ὁ ζωμὸϲ δὲ
τὴν τοῦ καθ’ αὑτὸν ἑψηθέντοϲ. |