καὶ μέντοι καὶ φακῆν ἔφαμεν ὁμοίωϲ κράμβη χρῆναι ϲκευάζειν,
ἀμφότερα καὶ αὐτὴν ἐργάζεϲθαι δυναμένην, ὑπαγωγήν τε καὶ ϲτάλϲιν
γαϲτρόϲ. ὀνομάζεται δ’ ἡ οὕτωϲ ϲκευαϲθεῖϲα δίϲεφθοϲ καὶ κράμβη καὶ
φακῆ. καὶ κρόμυον δὲ καὶ πράϲον καὶ πολὺ μᾶλλον ἀμπελόπραϲόν τε
καὶ ϲκόροδον, ὅ τι τ’ ἂν ἄλλο βουληθῇϲ ἐπὶ τοὐναντίον ἀποϲτῆϲαι
τῆϲ ἀρχαίαϲ φύϲεωϲ, οὕτω ϲκεύαζε μεμνημένοϲ ἐκείνου πρὸ πάντων.
ὡϲ οὐ χρὴ ψαύειν οὔτ’ ἀέροϲ οὔθ’ ὕδατοϲ ψυχροῦ τὸ δὶϲ ἑψόμενον·
οὐκέτι γὰρ ἀκριβῶϲ γίγνεται τακερόν, οὐδ’ ἂν ἐπὶ πλεῖϲτον ἕψῃϲ, ἀλλὰ
χρή, καθάπερ εἶπον ἀρτίωϲ, ἕτοιμον ἔχονταϲ ὕδωρ θερμόν, ἀνελκύϲανταϲ
ἐκ τοῦ προτέρου μεταβάλλειν εὐθέωϲ εἰϲ ἐκεῖνο.