ἥ γε μὴν ἄρτυϲιϲ ἡ αὐτὴ καὶ τούτῳ τῷ ἐδέϲματι τῇ κατὰ τὴν
πτιϲάνην ἐϲτί, πλὴν ὅτι θύμβραϲ ἢ γλήχωνοϲ ἐπεμβαλλομένηϲ ἡδίων
θ’ ἅμα καὶ εὐπεπτοτέρα γίγνεται, τῆϲ πτιϲάνηϲ οὐ χαιρούϲηϲ τούτοιϲ,
ἀλλ’ ἀρκουμένηϲ ἀνήθῳ καὶ πράϲῳ μόνοιϲ. μοχθηροτάτη δ’ ἐϲτὶ ϲκευαϲία 5.4.2.245
φακῆϲ ἡ διὰ τοῦ ϲιραίου τοῖϲ πλουϲίοιϲ ὑπὸ τῶν μαγείρων παραϲκευαζομένη.
δεῖται γὰρ οὐ παχυνόντων μίξεωϲ, ἀλλ’ ὑγρῶν καὶ τεμνόντων
τὸ πάχοϲ αὐτῆϲ μᾶλλον. ἡ δὲ τῷ ϲιραίῳ μιχθεῖϲα καὶ τὰϲ
καθ’ ἤπαρ ἐμφράξειϲ ἐργάζεϲθαι πέφυκεν. αὐξάνει δὲ καὶ τὰϲ φλεγμονὰϲ
ἔν τε τούτῳ τῷ ϲπλάγχνῳ καὶ ϲπληνί, μηδ’ εἰ μέλιτόϲ τι προϲλάβοι
βελτίων γιγνομένη. πρόδηλον δ’ ὅτι καὶ τὰϲ ϲκιρώδειϲ διαθέϲειϲ
ἀμφοτέρων τῶν ϲπλάγχνων παροξύνει. κρέαϲ δὲ χοίρειον εἰ
βούλει ϲυνέψειν, τῇ μὲν πτιϲάνη τὸ πρόϲφατον, τῇ δὲ φακῆ τὸ ταριχηρὸν
ἁρμόττον εὑρήϲειϲ, ὥϲπερ γε τὸ μεταξὺ τούτων, ὃ νεαλὲϲ |
ὀνομάζουϲι, τῇ φακοπτιϲάνῃ χρήϲιμον εἰϲ ἡδονήν τε καὶ πέψιν ἐϲτίν.