Ἄγρια καλεῖν εἰώθαϲι πάντεϲ ἄνθρωποι φυτὰ τὰ κατὰ τὴν χώραν
φυόμενα χωρὶϲ ἐπιμελείαϲ γεωργικῆϲ, ἀμέλει καὶ ἀμπέλουϲ ἀγρίαϲ
ὀνομάζουϲιν, ὧν οὐδεὶϲ ἀμπελουργὸϲ προνοεῖται περιϲκάπτων ἢ περιϲκάλλων
ἢ βλαϲτολογῶν ἥ τι τοιοῦτον διαπραττόμενοϲ. ἐκ τούτων τῶν
φυτῶν ἐϲτι καὶ φηγὸϲ καὶ δρῦϲ καὶ πρῖνοϲ καὶ κρανία καὶ κόμαροϲ
ἕτερά τε δένδρα τοιαῦτα, καθάπερ γε καὶ θάμνοι τινέϲ, οἷον ὅ τε τῆϲ
βάτου καὶ ὁ τῆϲ κυνοϲβάτου καὶ ὁ τῆϲ ἀχέρδου τε καὶ ἀχράδοϲ ὅ τε
τῶν ἀγρίων κοκκυμήλων, ἃ προῦμνα παρ’ ἡμῖν καλοῦϲι, καὶ ὁ τοῦ τὰϲ
ἐπιμηλίδαϲ φέροντοϲ. καλεῖται δὲ κατὰ τὴν Ἰταλίαν οὐνέδων ὁ καρπὸϲ
τοῦ θάμνου τούτου κακοϲτόμαχόϲ τε καὶ κεφαλαλγῆϲ ὑπάρχων καὶ
ϲτρυφνὸϲ ἱκανῶϲ μετά τινοϲ βραχείαϲ γλυκύτητοϲ.