πολὺ δὲ δὴ μᾶλλον βλάπτουϲιν οἱ χλωροὶ
φοίνικεϲ εἰϲ ἅπαντα, βραχεῖ πλείονεϲ βρωθέντεϲ. εὔδηλον δ’, ὅτι θερμότερον
μὲν ἔχουϲι τὸν χυλὸν οἱ γλυκεῖϲ, ψυχρότερον δ’ οἱ ϲτύφοντεϲ.
ἀλλὰ καὶ φύϲηϲ ἐμπιπλᾶϲιν οἱ χλωροὶ φοίνικεϲ, ὥϲπερ καὶ τὰ ϲῦκα·
τὴν αὐτὴν γὰρ ἀναλογίαν ἔχει τὰ ϲῦκα πρὸϲ τὰϲ ἰϲχάδαϲ, ἣν οἱ χλωροὶ
φοίνικεϲ ἔχουϲι πρὸϲ τοὺϲ ἄλλουϲ. ἐν δὲ τοῖϲ μὴ πάνυ θερμοῖϲ χωρίοιϲ
οὐ πεπαίνονται τελέωϲ οἱ φοίνικεϲ, ὡϲ εἰϲ ἀπόθεϲιν γίγνεϲθαι
χρήϲιμοι, καὶ διὰ τοῦτο χλωροὺϲ ἀναγκαζόμενοι δαπανᾶν αὐτοὺϲ ὠμῶν
τε χυμῶν ἐμπίπλανται καὶ ῥίγεϲι δυϲεκθερμάντοιϲ ἁλίϲκονται καὶ καθ’
ἧπαρ ἐμφράξειϲ ἴϲχουϲιν