Τὸ τῶν δολίχων ὄνομα γέγραπται μὲν καὶ παρὰ τῷ Διοκλεῖ
μετὰ τῶν ἄλλων, ὅϲα τῶν τρεφόντων ἡμᾶϲ ϲπερμάτων ἐϲτὶν ὀνόματα,
γέγραπται δὲ κὰν τῷ Περὶ διαίτηϲ Ἱπποκράτουϲ, ὑπὲρ οὖ καὶ |
πρόϲθεν ἤδη διῆλθον. ἡγοῦμαι δ’ αὐτοὺϲ οὕτωϲ ὀνομάζειν τὸ ϲπέρμα
τοῦ κηπευομένου φυτοῦ, καλουμένου δὲ νῦν ὑπὸ τῶν πολλῶν κατὰ
τὸν πληθυντικὸν ἀριθμὸν διττῶϲ. ἔνιοι μὲν γὰρ λοβούϲ, ἔνιοι δὲ φαϲηόλουϲ
ὀνομάζουϲιν αὐτοὺϲ διὰ τεττάρων ϲυλλαβῶν τὴν φωνὴν προφερόμενοι
καὶ κατὰ τοῦτο ποιοῦντεϲ ἕτερον ὄνομα τοῦ διὰ τριῶν
ϲυλλαβῶν λεγομένου φαϲήλου. τινὲϲ δὲ τὸν αὐτὸν εἶναι λέγουϲι τὸν
φάϲηλον τῷ λαθύρῳ, τινὲϲ δ’ εἶδοϲ αὐτοῦ.