1
Κεφ. θʹ.Περὶ κριθῶν καὶ πτισάνης.Πολλή καὶ τούτου
2
τοῦ σπέρματος ἡ χρεία τοῖς ἀνθρώποις ἐστὶν, οὐ τὴν αὐτὴν ἔχοντος
3
δύναμιν τοῖς πυροῖς. ἐκεῖνοι μὲν γὰρ θερμαίνουσιν φανερῶς,
4
τοῦτο δὲ οὐ μόνον ἀποκεχώρηκε τοῦ θερμαίνειν, ὥσπερ ἔνια
5
μεταξύ τοῦ θερμαίνειν καὶ ψύχειν ὄντα, καθάπερ ἄμυλόν τε
6
καὶ ὁ πλυτὸς ἄρτος, ἀλλὰ καὶ ψυκτικὸν ἔχειν τι φαίνεται κατὰ
7
πάντας τοὺς τρόπους τῆς χρήσεως, ἐάν τε ἄρτους ἐξ αὐτῶν
8
τύχη τις σκευάσας ὲ ἐύν τε πτισάνην ἑψήσας, ἐάν τε ἄλφιτα
9
ποιησάμενος. ἀποκεχώρηκε δὲ τῆς τῶν πυρῶν φύσεως καὶ
10
κατὰ τὴν ἰδέαν τῶν χυμῶν, ἤν ἑκάτερον αὐτῶν ἐργάζεσθαι
11
πέφυκεν. οἱ μὲν γὰρ πυροὶ παχύν ἡμῖν καὶ γλίσχρον, αἱ
12
δὲ κριθαὶ λεπτὸν καὶ ῥυπτικόν ἔχοντά τι γεννῶσι χυμόν.
13
οὐδέποτε μὲν οὖν θερμαίνουσι τὸ σῶμα καθ᾿ οὐδένα
14
τρόπον σκευασίας, ὑγραίνουσι δὲ καὶ ξηραίνουσι διαφόρως
15
σκευασθεῖσαι. τὸ μὲν γὰρ ἄλφιτον ἐκθῇς φρυγείσης
16
κριθῆς γενόμενον ἐναργῶς φαίνεται ξηραῖνον. ἤ πτισάνη
17
δὲ ὑγραίνει, ὅταν γ’, ὡς προσήκει, σκευασθῇ, τουτέστιν ὅταν
18
ἐπὶ πλεῖστον ἀνοιδήσασα τύχῃ κατὰ τὴν ἕψησιν, εἶτα μετὰ 6.502
1
ταῦτα διὰ μαλακοῦ πυρὸς ἄχρι πολλοῦ χυλωθεῖσα. μίγνυται
2
δὲ αὐτή καθ᾿ἐκεῖνον τὸν καιρὸν ἄξος, ὅταν ἀνοιδήσῃ
3
τελέως. ἑφθῆς δὲ ἀκριβῶς γενομένης ἐπεμβάλλειν χρὴ τοὺς
4
ἄλας λεπτούς, οὐ πολὺ πρὸ τῆς ἐδωδῆς. ἔλαιον δὲ εἰ καὶ
5
καθ᾿ἀρχὴν εὐθέως ἐμβάλλοις, οὐ βλάψεις τὴν ἕψησιν. οὐ
6
μὴν ἄλλο τί γε χρὴ μιγνύειν, ὅτι μὴ πράσου βραχὺ καὶ
7
ἀνήθου, καὶ ταῦτα εὐθὺς ἐν ἀρχή. κάκιστα δ’ ὁρῶ σκευαζομένην
8
τὴν πτισάνην ὑπό τῶν μαγείρων πάντων· ἐν τῇ
9
θυίᾳ γὰρ τρίβοντες αὐτὴν ὠμὴν, οὐκ ἐπὶ τοῦ πυρὸς ἕψοντες
10
διαλύουσιν. ἐπεμβάλλουσιν δέ τινες καὶ ἀμύλου, χάριν
11
τοῦ δόξαι διὰ τῆς ἑψήσεως ἱκανῶς κεχυλῶσθαι. φυσωδεστάτη
12
οὖν εἰκότως ἡ τοιαύτη γίνεται καὶ δύσπεπτος ἱκανῶς.
13
ὃ δ’ οὐκ εἶπον ἐν τῇ καλῶς γινομένῃ σκευασίᾳ, προσθεῖναι
14
προσήκει. προδιαβρέξαντας ὕδατι τὴν ὠμὴν πτισάνην ἐπ’
15
ὀλίγον, εἰῶ ἐμβάλλοντας θυίᾳ, τρίβειν χρὴ διὰ τῶν χειρῶν
16
ἐχουσῶν ἐν αὑταῖς τι τραχὺ, καθάπερ ὁ σπάρτος ὀνομαζόμενός
17
ἐστιν, ἐξ οὐ πλέκουσιν ὑποδήματα τοῖς ὑποζυγίοις.
18
ὅρος δ’ ἐάτω τῆς τρίψεως ἀποῤῥύψαι τὸ περικείμενον λέμμα. 6.503
1
πτισσομένης γὰρ τῆς κριθῆς ὁ περικείμενος αὑτῇ χιτῶν
2
λεπτὸς οὐκ ἀποῤῥύπτεται πᾶς. διὰ τοῦτο σύν προβρέχεται
3
καὶ τρίβεται κατὰ τὴν θυίαν. ἐὰν δὲ μὴ πᾶν ἀποπέσῃ τὸ
4
ἀχυρῶδες, ἡ ἑψηθεῖσα πτισάνη ῥυπτικωτέρα μὲν γίνεται,
5
βλάβην δὲ οὐδεμίαν ἑτέραν λαμβάνει. χειρίστη δὲ σκευασία
6
πτισάνης· ἐστὶν, ὅταν οἱ μάγειροι τρίψαντες αὐτὴν ὠμὴν
7
ἐν θυίᾳ μεθ’ ὕδατος, εἶθ’ ἑψήσαντες ἐπ’ ὀλίγον, ἐμβάλλωσι
8
τὸ καλούμενον ἕψημά τε καὶ σίραιον· ἔνιοι δὲ καὶ
9
μέλι καὶ κύμινον ἅμα τούτοις ἐπεμβάλλουσιν, κυκεῶνά τινα
10
μᾶλλον ἤ πτισάνην παρασκευάζοντες. ἀλλ’ ἤ γε καλῶς
11
σκευασθεῖσα τὰς ὑφ’ Ἱπποκράτους εἰρημένας παρέχεται
12
χρείας ὑγιαίνουσί τε καὶ νοσοῦσιν ἀνθρώποις. τὸ γὰρ γλίσχρασμα,
13
φησὶν, αὐτῆς λεῖον, καὶ συνεχὲς, καὶ προσηνές
14
ἐστιν, καὶ ὀλισθηρὸν, καὶ πλαδαρὸν μετρίως, καὶ ἄδιψον,
15
καὶ εὐέκκριτον, εἴ τι καὶ τούτου προσδέοι, καὶ οὔτε στύψιν
16
ἔχον, οὔτε ἄραδον κακὸν, καὶ οὔτε ἀνοιδίσκεται ἐν τῇ κοιλίᾳ,
17
ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήσει, ὁπόσον πλεῖστον ἐπεφύκει
18
διογκοῦσθαι. ταῦτα τοίνυν ἀρκεῖ περὶ τῆς πτισάνης δυνάμεως 6.504
1
εἰρῆσθαι κατὰ τὴν ἐνεστῶσαν πραγματείαν, οὐ θεραπευτικὴν
2
οὖσαν, ἀλλὰ τὰς δυνάμεις μόνας τῶν τροφῶν ἐξηγουμένην. ἐν
3
παραδρομῇ δὲ τοῦ λόγου καὶ χρεῖαί τινες αὐτῶν διδάσκονται.