17
Κεφ. μδʹ.Περὶ κράμβης.Καὶ ταύτην οἱ πολλοὶ
18
μὲν ὡς ὄψον ἐσθίουσιν, ἰατροὶ δὲ ὡς φαρμάκῳ ξηραίνοντι 6.631
1
χρῶνται, λέλεκται δὲ περὶ αὐτῆς ἤδη μέν τινα κᾀν ταῖς τῶν
2
φαρμάκων δυνάμεσι, κᾀν τῷ πρὸ τοῦδε συγγράμματι, καὶ
3
νῦν δὲ καὶ ἐπὶ κεφαλαίων εἰρήσεται, τὸν μὲν χυλὸν αὐτῆς
4
ἔχειν τι καθαρτικὸν, αὐτὸ δὲ τὸ σῶμα κατὰ τὸν τοῦ ξηραίνοντος
5
λόγον ἐπέχειν μᾶλλον, ἢ προτρέπειν εἰς ὑποχώρησιν.
6
ὅταν μὲν οὖν ἐκκρίνεσθαι βουλώμεθα τὰ κατὰ τὴν γαστέρα,
7
πλησίον κειμένης τῆς κακκάβης, ἐν ᾗπερ ἂν ἑψημένη τύχῃ
8
μετὰ ὕδατος, ἀνασπῶντας αὐτὴν εὐθέως ἐμβάλλειν χρὴ τοῖς
9
ἀγγείοις, ἐν οἷσπερ ἐσκεύασται τοὔλαιον ἅμα τῷ γάρῳ. διαφέρει
10
δ’ οὐδὲν, εἰ ἁλῶν ἀντὶ γάρου λαμβάνοιτο, ξηρᾶναι δὲ
11
ὑγρὰν γαστέρα βουληθέντες, ὅταν ἤδη μετρίως ἐψῆσθαι δοκῇ,
12
τὸ πρότερον ὕδωρ ἀποχέοντες ἐμβάλλομεν εὐθέως ἑτέρῳ
13
θερμῷ, κᾄπειτα πάλιν ἐκείνῳ καθεψήσομεν, ὡς τακερὰν γενέσθαι,
14
μὴ καθέψοντες, ὅταν ὑπαγωγῆς ἕνεκα λαμβάνηται.
15
βουλόμεθα γὰρ οὐκ ἀποθέσθαι πάντα τὸν ἴδιον αὐτῆς χυλὸν
16
ἐπὶ τῆς τοιαύτης χρείας, ἀλλὰ φυλάττειν ὅσον οἷόν τε μάλιστα,
17
τελέως μὲν οὖν φυλάττειν τὸν ἴδιον χυλὸν οὐδὲν ἑψόμενον
18
δύναται, μᾶλλον δὲ ἀποβάλλει τὰ μέχρι πλείονος ἑψηθέντα. 6.632
1
καὶ μέντοι καὶ φακῆν ἔφαμεν ὁμοίως κράμβῃ χρῆναι
2
σκευάζειν, ἀμφότερα καὶ αὐτὴν ἐργάζεσθαι δυναμένην,
3
ὑπαγωγήν τε καὶ στάσιν γαστρός. ὀνομάζεται δὲ ἡ οὕτως
4
σκευασθεῖσα δίσεφθος καὶ κράμβη καὶ φακῆ. καὶ κρόμμυον
5
δὲ καὶ πράσον καὶ πολὺ μᾶλλον ἀμπελόπρασόν τε καὶ
6
σκόροδον, ὅ τι τ’ ἂν ἄλλο βουληθῇς ἐπὶ τοὐναντίον ἀποστῆσαι
7
τῆς ἀρχαίας φύσεως, οὕτως σκεύαζε, μεμνημένος ἐκείνου
8
πρὸ πάντων, ὡς οὐ χρὴ ψαύειν οὔτ’ ἀέρος οὔθ’ ὕδατος
9
ψυχροῦ τόδε ἑψόμενον, οὐκέτι γὰρ ἀκριβῶς γίνεται τακερὸν,
10
οὐδ’ ἂν ἐπὶ πλεῖστον ἕψῃς, ἀλλὰ χρὴ, καθάπερ εἶπον ἀρτίως,
11
ἕτοιμον ἔχοντας ὕδωρ θερμὸν, ἀνελκύσαντας ἐκ τοῦ προτέρου,
12
μεταβάλλειν εὐθέως εἰς ἐκεῖνο. ξηραίνει μὲν οὖν ἀλλήλοις
13
παραπλησίως φακῆ τε καὶ κράμβη, καὶ διὰ τοῦτο τὴν
14
ὄψιν ἀμβλύνει, πλὴν εἰ τύχοι ποθ’ ὑγρότερος ὢν παρὰ φύσιν
15
σύμπας ὁ ὀφθαλμός, ἀλλ’ ἡ μὲν φακῆ τροφὴν οὐκ ὀλίγην
16
δίδωσι τῷ σώματι, καὶ ταύτην παχεῖάν τε καὶ μελαγχολικὴν,
17
ἡ δὲ κράμβη βραχεῖαν τὴν τροφὴν ἔχει, καὶ ταύτην ὑγροτέραν
18
τῆς φακῆς, ὡς ἂν εἰ στερεὸν οὐκ οὖσα σιτίον, ἀλλὰ χαῦνον. 6.633
1
οὐ μὴν εὔχυμόν ἐστιν ἔδεσμα κράμβη, καθάπερ ἡ θριδακίνη,
2
ἀλλὰ καὶ μοχθηρὸν ἔχει καὶ δυσώδη τὸν χυλόν. ἐπιφανὲς
3
δ’ εἰς οὔρησιν οὔτ’ ἀγαθὸν οὔτε κακὸν ἐξ αὐτῆς ἀποβαῖνον
4
εἰπεῖν ἔχω. τοῦτο τὸ λάχανον οἱ τὴν ἐπίτριπτον ψευδοπαιδείαν
5
ἀσκοῦντες ὀνομάζειν ἀξιοῦσι ῥάφανον, ὥσπερ τοῖς
6
πρὸ ἑξακοσίων ἐτῶν Ἀθηναίοις διαλεγομένων ἡμῶν, ἀλλ’
7
οὐχὶ τοῖς νῦν Ἕλλησιν, οἷς ἅπασιν ἔθος ἐστὶν σῦκ ἐπ’ ἄλλου
8
φυτοῦ τὸ τῆς κράμβης ὄνομα φέρειν.