15
Κεφ. λβʹ.Περὶ τοῦ, εἰ τὰ σκληρὰ πάντα κατὰ τὴν
16
ἕψησιν ἁλυκοὺς γεννᾷ χυμούς.Οὐ μόνον ἐπὶ τῶν ἰχθύων
17
τῶν σκληροσάρκων, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἐδεσμάτων,
18
ὅσα σκληρὰ, Πραξαγόρας καὶ Φιλότιμος οἴονται τὸν 6.731
1
ἁλυκὸν γεννᾶσθαι χυμὸν ἐν ταῖς ἐπὶ πλέον ἑψήσεσιν, ὀνομάζουσι
2
δ᾿ αὐτὸν οὐχ ἁλυκὸν μόνον ἢ ἁλμυρὸν, ἀλλὰ καὶ νιτρώδη.
3
ἐγὼ δ’ ὁρῶ τὸ μὲν ἀφέψημα τῶν πλείστων, εἰ δὲ
4
βούλει καὶ πάντων, ἐφ’ ὅσον ἂν ἕψηται χρόνον, ἁλυκώτερον
5
ἀεὶ γινόμενον, ὕστερον δέ ποτε καὶ πικρὸν, ὡς αὐτοὶ βούλονται,
6
τὸ μέντοι στερεὸν σῶμα, τὸ κατὰ τὸ ὕδωρ ἑψηθὲν,
7
ἀποτιθέμενον ἐν ἐκείνῳ τὰς ἐξ ἀρχῆς ὑπαρχούσας αὑτῷ ποιότητας,
8
ὡς ἐν τῷ χρόνῳ τὸ καλούμενον ἄποιόν τε καὶ
9
ὑδατῶδες γίνεσθαι, μήθ’ ἁλυκότητος ἔχον τι, μήτε πικρότητος,
10
ἢ δριμύτητος, ἢ στύψεως. ἐναργέστερον δ’ εἴσῃ τοῦ λεγομένου
11
τὴν ἀλήθειαν, ἐάν ποτε εἰς ἄλλο μεταβάλλων ὕδωρ
12
ἕψῃς, ὅπερ ἂν θέλῃς. εὑρήσεις μὲν γὰρ αὐτὸ τὸ ἑψόμενον
13
ἀποβαλὸν τὴν οἰκείαν ποιότητα, τὸ δὲ ὕδωρ ἐπιδεχόμενον
14
αὐτήν. θέρμοι μὲν οὖν, τῶν Δημητρίων ἐδεσμάτων ὄντες,
15
πικρὸν ἐργάζονται τὸ ὕδωρ, ὅτι καὶ αὐτοὶ τὴν πικρὰν ποιότητα
16
σύμφυτον ἔχουσιν· οὕτω δὲ καὶ ὄροβοι καὶ ἀψίνθιον,
17
καὶ ἀβρότονον τε καὶ πόλιον, ὅσα τ’ ἄλλα πικρά· τὸ σῶμα
18
δ’ αὐτὸ τὸ ἀφεψηθὲν ἧττον φαίνεται πικρόν. εἰ δὲ καὶ μεταβάλλων 6.732
1
εἰς ἕτερον ὕδωρ αὐτὰ πάλιν ἑψήσεις, ὡς ἀρτίως
2
εἶπον, ἔτι καὶ μᾶλλον ἢ πρόσθεν εὑρήσεις ἀποβεβληκότα
3
τὴν πικρότητα, κᾂν εἰ τρίτον ἢ τέταρτον εἰς ὕδωρ
4
ἕτερον μεταβάλλοις, ἔτι μᾶλλον ἢ πρόσθεν, ὥστ’ ἐν τῷ χρόνῳ
5
πᾶσαν ἀποθέσθαι τὴν πικρότητα. κατὰ δὲ τὸν αὐτὸν
6
τρόπον ὅσα δριμέα, καθάπερ σκόροδα καὶ κρόμμυα καὶ πράσα,
7
τὸ μὲν ὕδωρ, ἐφ᾿ ᾧπερ ἂν ἑψηθέντα τύχῃ, σαφῶς δριμὺ ἐργάζεται,
8
τὴν δὲ αὑτῶν οὐσίαν ἧττον ἔχει δριμεῖαν· εἰ δ’
9
ἄλλοτε εἰς ἄλλο μεταβάλλοις ὕδωρ αὐτὰ, παντάπασιν ἀποτίθεται
10
τὴν δριμύτητα. καὶ μὴν καὶ τὰ μῆλα τὰ στρυφνὰ, μέσπιλά
11
τε καὶ ἀχράδες, εἰς ὅσον ἂν ἕψωνται, γλυκύτερα μὲν αὐτὰ
12
γίνεται, τὸ ἀφέψημα δὲ στρυφνὸν ἀπεργάζεται. τοὺς χυλοὺς
13
δ’ αὐτοὺς μόνους ἂν ἑψήσῃς, ἁλυκώτεροι μὲν τὸ πρῶτον,
14
ὕστερον δὲ καὶ πικροὶ γίνονται. διὸ περὶ μὲν τῶν χυλῶν
15
συγχωρητέον ἐστὶ τῷ τε Πραξαγόρᾳ καὶ τῷ Φιλοτίμῳ
16
γινώσκουσιν, ὡς εἴρηται, περὶ δὲ τῶν στερεῶν σωμάτων
17
ἔμπαλιν ἔχειν ἡγητέον. εἰ γὰρ, ὡς ὀλίγον ἔμπροσθεν εἶπον,
18
ἐκ τοῦ πρώτου μεταβάλλοι τις εἰς δεύτερον ὕδωρ αὐτὰ, καὶ 6.733
1
μετ’ ἐκεῖνο πάλιν εἰς τρίτον, ἢ καὶ τέταρτον, ἀποβάλλοντα
2
τελέως εὑρήσει τὸν ἐξ ἀρχῆς χυμὸν, ὡς γευομένοις ὑδατώδη
3
τε καὶ ἄποια φαίνεσθαι· μὴ μεταβληθέντων δ’ εἰς ἕτερον,
4
ἀναγκαῖόν ἐστιν ἁλυκώτερον μὲν πρῶτον, ὕστερον δὲ καὶ πικρὸν
5
γενέσθαι τὸ ἀφέψημα. μάλιστα δὲ ὁ ζωμὸς ἐξηπατηκέναι
6
μοι τοὺς περὶ τὸν Πραξαγόραν φαίνεται ἁλυκώτερος
7
ἐν τῷ τῆς ἑψήσεως χρόνῳ γινόμενος, οὐκ ἐννοοῦντας, ὡς,
8
ἁλῶν ἢ γάρου κατὰ τὴν ἐξ ἀρχῆς ἄρτυσιν ἐμβεβλημένων εἰς
9
τὸ ὕδωρ, ἀναγκαῖόν ἐστι, προερχομένης τῆς ἑψήσεως, ἁλυκώτερον
10
ἑαυτοῦ γίνεσθαι τὸν χυμόν, ὥσπερ εἰ καὶ χωρὶς τοῦ
11
ἕτερον ἐμβαλεῖν τι σῶμα βραχύτατον ἁλῶν ἀναμίξαις ὕδατι
12
καθαρῷ τε καὶ γλυκυτάτῳ· καὶ γὰρ καὶ τοῦτο θερμαινόμενον
13
ἁλυκώτερον γίνεται. καὶ τί θαυμαστόν; αὐτὸ γὰρ ἐπὶ
14
πλέον ἑψόμενον ὕδωρ τὸ κάλλιστον ἁλυκὴν ἐν τῷ χρόνῳ
15
ποιότητα προσλαμβάνει.