15
Κεφ. δʹ.Περὶ τῶν ἐν τοῖς πεζοῖς ἀκρέων
16
μορίων.Ἄκρεα μόρια τῶν πεζῶν ζώων ἐσθίουσιν οἱ ἄνθρωποι,
17
πόδας καὶ ῥύγχη καὶ ὦτα, καὶ τοὐπίπαν δὲ δι’ ὕδατος
18
ἕψοντες αὐτὰ προσφέρονται μετ’ ὄξους καὶ γάρου, ποτὲ 6.670
1
δὲ καὶ νάπυος, ἔνιοι δὲ καὶ δι’ ἐλαίου καὶ γάρου, προσεπιχέοντες
2
οἶνον, εἰσὶν δὲ οἳ καὶ μετὰ λαχάνων, ἤτοι γε ἐξ ὕδατος
3
ἑψημένων, ἢ κατὰ τὰς λοπάδας ἠρτυμένων. οἱ δὲ πόδες
4
ἐπιτηδειότατοι τῶν χοίρων εἰσὶν, ἐπεμβληθέντες ἑψημένη πτισάνῃ,
5
κᾀκείνην ἐργάσασθαι κρείττονα, καὶ αὐτοὶ μαλακώτεροι
6
γενέσθαι, καὶ διὰ τοῦτο βελτίους εἴς τε τὴν ἐν τῷ στόματι
7
καὶ τῇ γαστρὶ κατεργασίαν. διαφορὰ μὲν οὖν ἐστιν οὐκ
8
ὀλίγη καὶ παρὰ τὸν τρόπον τῆς σκευασίας οὐ μόνον ἐν τοῖς
9
ἀκρέοις μέρεσι τῶν ζώων, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν, ἣν
10
ἐπιπλέον ἐν τοῖς ὀψαρτυτικοῖς ἐροῦμεν· ὅσον δ’ ἐπ’ αὐτοῖς
11
τοῖς μορίοις, αἱ καθ’ ὅλου διαφοραὶ κατὰ τήνδε τὴν πραγματείαν
12
δηλοῦνται μόναι, παραβαλλομένων αὐτῶν ἀλλήλοις, ὡς
13
εἰ καὶ κατὰ τὸν αὐτὸν τρόπον ἐσκεύαστο, ὡς καὶ πρόσθεν εἴρηται·
14
δικαία γὰρ ἡ τοιαύτη παραβολή. τὰ τοίνυν
15
ἄκρεα μόρια τοῦ σώματος ἥκιστα μὲν ἔχει πιμελὴν, ἥκιστα
16
δὲ καὶ τὴν σαρκώδη φύσιν, ἐπικρατεῖ δ’ ἐν αὐτοῖς τό τε
17
νευρῶδες καὶ τὸ δερματῶδες, οὐ τοῦ τοιούτου νεύρου καὶ δέρματος,
18
οἷον τὸ καθ’ ὅλον σῶμα· γεγύμνασται γὰρ ἐν τοῖς 6.671
1
ἀκρέοις μᾶλλον. ἔστι δὲ καὶ διὰ τοῦτο καὶ γλισχρότερα· καὶ
2
γὰρ καὶ νεῦρον καὶ δέρμα πᾶν ἑψόμενον εἰς τοιαύτην ἀφικνεῖται
3
φύσιν. εἰκότως οὖν ἐλάττονα μὲν τροφὴν δίδωσι τῷ
4
σώματι, ῥᾷον δὲ ὑπέρχεται κατὰ τὴν γαστέρα διὰ τὴν
5
γλισχρότητα. βελτίους δὲ οἱ πόδες τῶν ὑῶν εἰσι τοῦ ῥύγχους,
6
ὥσπερ καὶ τοῦτο τῶν ὤτων· ἐκεῖνα γὰρ ἐκ μόνου συνέστηκε
7
χόνδρου καὶ δέρματος. ἐστι δὲ ὁ χόνδρος ἐν μὲν τοῖς τελείοις
8
ζώοις ἄπεπτος παντάπασιν, ἐν δ’ ἔτι αὐξανομένοις, ὅταν
9
καλῶς ἐν τῷ στόματι λειωθῇ, πεπεμμένος τε καὶ τροφὴν ὀλίγην
10
δίδωσι τῷ σώματι. κατὰ δὲ τὴν αὐτὴν ἀναλογίαν ἐπὶ
11
τῶν ἄλλων ζώων ἄκουε τοῦ νῦν εἰρημένου ἡμῖν λόγου. καθ’
12
ὅσον γὰρ αὐτῶν αἱ σάρκες εἰς ἀρετὴν ἀπολείπονται τροφῆς
13
τῶν ὑῶν, κατὰ τοσοῦτον καὶ τῶν ἀκρέων ἐν ὑῒ μορίων ἐστὶ
14
χείρω τὰ κατ’ ἐκεῖνα τὰ ζῶα. εὔδηλον δ’, ὅτι νευρώδη μόρια
15
τὰ κατὰ τοὺς πόδας ὀνομάζω καθ’ ὁμοιότητα τὴν
16
πρὸς τὸ κυρίως καλούμενον νεῦρον, ὃ τὴν γένεσιν ἐξ ἐγκεφάλου
17
καὶ νωτιαίου λαμβάνει. τὰ δ’ ἐν τοῖς ἀκρέοις νευρώδη
18
σώματα καθ’ ὁμοιότητα μὲν οὕτως ὀνομάζεται, σύνδεσμοι 6.672
1
δ’ εἰσὶ τῶν ὀστῶν ἀναίσθητοι καί τινες ἐπ’ αὐτοῖς
2
τένοντες.