Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


5 Κεφ. ιαʹ.Περὶ συκαμίνων, καὶ μόρα καλοῦσι.
6 Οὐ τοῖς Ἀττικίζειν ἐν τῇ φωνῇ προῃρημένοις γράφεται ταῦτα,
7 τάχα γὰρ οὐδὲ ἀναγνῶναί τις αὐτὰ βουλήσεται καταφρονῶν
8 ὑγιείας σώματος, ὥσπερ καὶ ψυχῆς,) ἀλλ’ ἰατροῖς
9 μὲν μάλιστα, μὴ πάνυ τι φροντίζουσιν Ἀττικισμοῦ, ἤδη δὲ
10 καὶ τοῖς ἄλλοις, ὅσοι ζῶσιν, ὡς λογικὰ ζῶα, πρὸ τῆς τιμῆς
11 καὶ δόξης καὶ πλούτου καὶ δυνάμεως πολιτικῆς ἐπιμελεῖσθαι
12 προῃρημένοι σώματος καὶ ψυχῆς. οὗτοι γὰρ οἶδ’
13 ὅτι τὴν μὲν Ἀθηναίων φωνὴν οὐδὲν ἡγοῦνται τιμιωτέραν
14 τῆς τῶν ἄλλων ἀνθρώπων, ὑγείαν δὲ σώματος ἀξιολογώτερόν
15 τι εἶναι νομίζουσι πρᾶγμα τῷ κατὰ φύσιν βιοῦν
16 ἐσπουδακότι. τούτοις οὖν ἔδως ὠφελιμώτερον ἔσεσθαι τὸν
17 λόγον τὸν ἀσφαλέστερον, γιγνώσκουσιν ὀνόματα γράψων
18 κᾂν μὴ τοῖς παλαιοῖς Ἕλλησιν συνήθη, τὸ μὲν οὖν τῶν 6.585
1 μόρων ὄνομα γνώριμόν πώς ἐστι τοῖς πολλοῖς, εἰ καὶ διὰ
2 μηδὲν ἄλλο, ἀλλὰ γοῦν διὰ τὸ  στοματικὸν φάρμακον,
3 διὰ μόρων ὀνομάζεται, χυλὸν ἔχον αὐτῶν· ἐνίας δὲ
4 τῶν ἐφεξῆς εἰρημένων ὀπωρῶν ἀγνοοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων
5 ὅπως ὠνόμαζον οἱ πρὸ ἑξακοσίων ἐτῶν Ἀθηναῖοι.
6 τοὺς μὲν γὰρ νῦν ὁρῶσιν οὐδέν τι διαφορώτερον τῶν ἄλλων
7 Ἑλλήνων ἕκαστον τῶν καρπῶν ὀνομάζοντας, ἀλλὰ καὶ
8 τὰ μόρα συκάμινα καλοῦντας οὐδὲν ἧττον, τὰ μόρα καὶ
9 τὰ περσικὰ καὶ τὰ κάρυα καὶ τὰ πρεκόκκια καὶ τὰ ἄλλα ἁπλῶς,
10 ὡς ἔθος ἐστὶ τοῖς ἄλλοις Ἕλλησιν. οὐδὲ γὰρ βλαβήσοντα
11 τι τὰς παλαιοτάτας προσηγορίας ἀγνοοῦντες, ἂν γιγνώσκωσι
12 τὰς δυνάμεις αὐτῶν. ἄμεινον γάρ ἐστιν ἐπίστασθαι,
13 τῶν ἐπὶ τὴν διαχώρησιν ὁρμώντων ἐδεσμάτων ὕστερα μὲν
14 χρῆναι τὰ βραδύπορα λαμβάνειν, ἁπάντων δὲ πρῶτα τὰ
15 διεξερχόμενα μὲν ταχέως, διαφθειρόμενα δὲ, εἰ χρονίσειεν ἐν
16 τῇ γαστρὶ, τοῦ τὰς προσηγορίας αὐτῶν ἐγνωκέναι. οὐ μήν 6.586
1 οὐδ’ ἀγνοεῖν μοι δοκοῦσι παντάπασιν οἱ ἄνθρωποι τὴν τάξιν
2 τῶν ἐσθιομένων  αὐτοῖς, θεώμεθα γὰρ αὐτοὺς ἐπὶ τῶν
3 πλείστων ἐδεσμάτων φυλάττοντας αὐτήν. προλαμβάνουσι
4 μέντοι γε ῥαφανίδας ἐλαίας τε καὶ τῆλιν ἐκ γάρου, καὶ μετὰ
5 ταῦτα μαλάχας τε καὶ τεῦτλα καὶ ἄλλα τοιαῦτα λάχανα μετ’
6 ἐλαίου τε καὶ γάρου. τῶν μὲν γὰρ ὁσημέραι παρασκευαζομένων
7 αὐτοῖς εἰς ἐδωδὴν μακρὰ πεῖρα διδάσκαλος γίγνεται
8 τῆς δυνάμεως, εἰ καὶ μικρὸν ἔχοιεν φρενῶν· ὅσα δὲ διὰ χρόνου
9 πολλοῦ εἰς πεῖραν ἔρχεται, μόνοις τοῖς ἐπιμελέσιν παραφυλάττεται
10 καὶ μνημονεύεται. τὰ τοίνυν συκάμινα καθαρὰ
11 μὲν ἐμπεσόντα τῇ γαστρὶ καὶ πρῶτα ληφθέντα διεξέρχεται
12 τάχιστα, καὶ τοῖς ἄλλαις σιτίοις ὑφηγεῖται δεύτερα δὲ ἐφ᾿
13 ἑτέροις καὶ χυμὸν εὑρόντα μοχθηρὸν ἐν αὐτῇ συνδιαφθείρεται
14 τάχιστα καὶ τοῖς ἄλλοις σιτίοις, διαφθορὰν ἀλλόκοτόν
15 τινα καὶ οὐ ῥητὴν ἔχοντα ταῖς κολοκύνθαις ὁμοίως. ἀβλαβέστερα
16 γὰρ πάντα ταῦτα τῶν ὡραίων ἐδεσμάτων, ὅταν μὴ
17 διαφθαρέντα. ταχέως ὑποχωρήσῃ· ἢν δὲ μὴ, μοχθηρὰν ἴσχει 6.587
1 διαφθορὰν ὁμοίως τοῖς πέποσι, καίτοι κἀκεῖνοι ταχέως ὑπελθόντες
2 οὐδὲν μέγα βλάπτουσιν. καιρὸς δὲ τῆς χρήσεως,
3 · ὥσπερ τοῖς πέποσιν, οὕτω καὶ τοῖς μόροις, ὅταν αὐχμηρὸν
4 καὶ θερμὸν γένηται τὸ τῆς γαστρὸς σῶμα· τοιοῦτον γάρ
5 πως ἀναγκαῖόν ἐστι τηνικαῦτα καὶ τὸ ἧπαρ εἶναι. τῇ μὲν
6 οὖν κολοκύνθῃ καὶ τῷ σικύῳ τῷ ἤδη πέπονι καὶ πρὶν πεπανθῆναι,
7 σὺν αὐτοῖς δὲ καὶ μηλοπέπονι στυφούσης οὐ μέτεστι
8 ποιότητος· ἐν δὲ τοῖς συκαμίνοις, καὶ μάλιστα ὅταν μὴ
9 πάνυ πέπειρα, σαφής ἐστιν τοιαύτη ποιότης, ἀωροτέροις
10 δὲ οὖσιν καὶ ὀξεῖα. καί τινες αὐτὰ καθαιροῦντες ἀπὸ τοῦ
11 δένδρου καὶ ξηραίνοντες ἀποτίθενται φάρμακον ἐσόμενον αὐτοῖς
12 ἀγαθὸν εἰς δυσεντερίας τε καὶ διαῤῥοίας χρονίας ἴασιν.
13 ἀλλ’ οὐ πρόκειται νῦν ἡμῖν περὶ δυνάμεως φαρμάκων διεξέρχεσθαι.
14 πάλιν οὖν ὅσα τοῖς συκαμίνοις ὡς τροφῇ δρᾶν
15 ὑπάρχει λέγωμεν. ὅτι μὲν ὑπέρχεται ῥᾳδίως, εἴρηται, τάχα
16 μὲν τῷ τῆς οὐσίας ὑγρῷ τε καὶ ὀλισθηρῷ μόνῳ, τάχα δὲ καί
17 τινος ἐπιμιξίᾳ ποιότητος δριμυτέρας, ἐρεθίζειν εἰς ἔκκρισιν 6.588
1 ἱκανῆς, ὡς γε στύφουσα ποιότης οὐ μόνον οὐδὲν ὀνίνησιν
2 εἰς ὑποχώρησιν, ἀλλὰ καὶ στεγνοῦν πέφυκεν. ὅτι δὲ ἐναντίων
3 δυνάμεων οὐκ ὀλίγα μετέσχηκεν σώματα, μεμάθηκας ἐν
4 τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπομνήμασι.
5 τεκμαίρομαι τοίνυν, τὰ μόρα δύναμιν ἔχειν ἐν ἑαυτοῖς τοιαύτην
6 βραχεῖαν, ὁποία τοῖς καθαρτικοῖς μεγάλη ὑπάρχει, δέ ἤν
7 οὐ μόνον ὑποχωρεῖ ῥᾳδίως, ἀλλὰ καὶ διαφθείρεται χρονίσαντα
8 κατὰ τὴν γαστέρα. καὶ μὴ διαφθαρέντα, ὡς ἔφην, ὑγραίνει
9 μὲν πάντως, ψύχει δὲ οὐ πάντως, εἰ μὴ ψυχρὰ ληφθείη.
10 τροφὴν δ’ ἐλαχίστην δίδωσι τῷ σώματι, παραπλησίως τοῖς
11 πέποσιν, οὐ μὴν ἐμετικόν γέ τι πρόσεστιν αὐτοῖς οὐδὲ κακοστόμαχον,
12 ὡς ἐκείνοις.