Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


3 Κεφ. ιθʹ.Περὶ τῆς ἀπὸ τῶν πτηνῶν ζώων τροφῆς.
4 Ὄρνιθας ὀνομαζόντων τῶν παλαιῶν ἁπάντων τὰ πτηνὰ
5 ζῶα καὶ δίποδα, τοῖς νῦν Ἕλλησιν ἔθος ἤδη γέγονε τὰς
6  ὑπ’ ἐκείνων ἀλεκτορίδας καλουμένας μόνας οὕτως προσαγορεύειν,
7 ὥσπερ γε καὶ τοὺς ἄῤῥενας ἀλεκτρυόνας. ἔστι δὲ
8 τὸ γένος ἁπάντων τῶν πτηνῶν ὀρνίθων ὀλιγοτροφώτατον,
9 εἰ παραβάλλοιτο τῷ γένει τῶν πεζῶν, καὶ μάλιστα τῷ τῶν
10 ὑῶν, ὧν τῆς σαρκὸς οὐδὲν ἂν ἄλλο τροφιμώτερον ἔχοις εὑρεῖν.
11 εὐπεπτοτέρα γε μὴν σάρξ ἐστι τῶν πτηνῶν, καὶ μάλιστα
12 πέρδικος, ἀτταγῆνός τε καὶ περιστερᾶς, ἀλεκτορίδος τε καὶ
13 ἀλεκτρυόνος. δὲ τῶν κιχλῶν, καὶ κοττύφων, καὶ τῶν μικρῶν
14 στρουθῶν, ἐν οἷς εἰσι καὶ οἱ πυργῖται καλούμενοι,
15 σκληροτέρα τούτων ἐστὶ, καὶ μάλιστα δ’ ἔτι καὶ τούτων αὐτῶν
16 τε τῆς τρυγόνος, καὶ τῆς φάττης, καὶ τῆς νήττης.
17 ὁμοία δὲ τῶν ἀλεκτορίδων ἐστὶν τῶν φασιανῶν εἰς πέψιν 6.701
1 καὶ τροφὴν, ὑπερέχουσα τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ. σκληροτέρα
2 δὲ καὶ δυσπεπτοτέρα καὶ ἰνωδεστέρα τούτων τοῦ
3 ταῶνος. κοινὸν δὲ ἐπὶ πᾶσι τοῖς πτηνοῖς ζώοις, ὥσπερ καὶ
4 τοῖς τετράποσι, γινώσκειν χρὴ, τὴν τῶν αὐξανομένων σάρκα
5 πολὺ βελτίονα τῆς τῶν παρακμαζόντων εἶναι, μέσην δὲ ἀμφοῖν
6 τὴν τῶν ἀκμαζόντων, μοχθηρὰν δὲ καὶ τὴν τῶν πάνυ νηπίων,
7 ἀλλ’ ὑπεναντίως τῇ τῶν γεγηρακότων· μὲν γὰρ τούτων
8 σκληρὰ καὶ ξηρὰ καὶ νευρώδης ἐστὶ, καὶ διὰ τοῦτο
9 καὶ πεφθῆναι μοχθηρὰ, καὶ τροφὴν ὀλίγην δίδωσι τῷ σώματι,
10 τῶν δὲ παντάπασι νεῶν ζώων τὰ σώματα βλεννώδη τ’
11 εἰσὶ καὶ ὑγρὰ, καὶ δι’ αὐτό γε τοῦτο περιττωματικὰ, ῥᾷον
12 δὲ ὑπέρχεται κατὰ γαστέρα. ταῦτά μοι μέμνησο περὶ πάντων
13 ζώων κοινῇ· καὶ γὰρ ὑπάρχει πᾶσιν αὐτοῖς ὁμοίως,
14 ἐν ταῖς κατὰ τὴν ἡλικίαν διαφοραῖς. κοινὸς δὲ τῆς σκευασίας
15 τρόπος ὡς πρὸς ὑγείαν, ὃν ἔμπροσθέν τε διῆλθον ἤδη
16 καὶ αὖθις ὡς ἐπὶ κεφαλαίων ἐρῶ. νυνὶ δὲ τὰς δυνάμεις μόνον
17 ἀναμνήσω· ξηρότερα μὲν γὰρ εἶναι τά τ’ ὀπτηθέντα καὶ
18 τὰ ταγηνισθέντα, τὰ δὲ δι’ ὕδατος ἑψηθέντα γλυκέος ὑγροτέραν 6.702
1 διδόναι τροφὴν τῷ σώματι. λέλεκται δὲ καὶ περὶ τῶν
2 ἐν λευκῷ ζωμῷ καὶ ποικίλαις ἀρτύσεσι λοπάδων ἔμπροσθεν
3 αὐτάρκως, ὥσπερ γε καὶ περὶ τῶν ἡμέρων τε καὶ ἀγρίων. οὐ
4 σμικρὰ δὲ διαφορὰ καὶ τῶν ἐν λίμναις, ἕλεσιν, τελματώδεσι
5 χωρίοις διαιτηθέντων ἐστὶ πρὸς τὰ ἐν τοῖς ὄρεσιν,
6  ξηροῖς χωρίοις. ἀνάλογον γὰρ τοῖς χωρίοις αἱ σάρκες
7 τῶν ζώων ἤτοι ξηραὶ καὶ ἀπέριττοι καὶ πεφθῆναι ῥᾴους,
8 ὑγραὶ καὶ περιττωματικαὶ καὶ δυσπεπτότεραι γίνονται.