1
Κεφ. λβʹ.Περὶ λίνου σπέρματος, ὃ καὶ συνθέτως
2
ὀνομάζουσι λινόσπερμον.Χρῶνται μὲν αὐτῷ καὶ φρύγοντες
3
ἔνιοι, καθάπερ τοῖς σκευαστοῖς ἁλσὶν, ὡς ὄψῳ μετὰ γάρου,
4
χρῶνται δὲ καὶ μέλιτι φυρῶντες. ἐπιπάττουσι δὲ ἔνιοι καὶ
5
τοῖς ἄρτοις αὐτὸ, κακοστόμαχόν τε καὶ δύσπεπτον ὑπάρχον,
6
καὶ τροφὴν ὀλίγην τῷ σώματι παρέχον. εἰς δὲ διαχώρησιν
7
γαστρὸς οὔθ ἂν ἐπαινέσαις οὔθ ἂν ψέξαις αὐτό· μετέχει
8
γε μὴν βραχύ τι καὶ τῆς οὐρητικῆς δυνάμεως, ὃ μᾶλλον
9
γίνεται φανερὸν, ἐπειδὰν φρυγὲν ἐσθίηται· τηνικαῦτα δ’
10
ἵστησί πως μᾶλλον τὴν γαστέρα. χρῶνται δ’ οἱ κατὰ τοὺς
11
ἀγρούς ἄνθρωποι πολλάκις αὐτῷ, μετὰ τὸ φρύξαι καὶ λειῶσαι
12
μέλι μιγνύντες.