17
Κεφ. ζʹ.Περὶ ὄρχεων.Τοὺς ὄρχεις τῶν
18
νέων ὑῶν καὶ βοῶν ἐκτέμνουσι παρ’ ἡμῖν οὐ τῆς αὐτῆς ἕνεκα 6.676
1
χρείας, ἀλλὰ τῶν μὲν ὑῶν τῆς ἐδωδῆς, (καὶ γὰρ ἡδίων καὶ
2
τροφιμωτέρα γίνεται καὶ πεφθῆναι βελτίων ἡ σὰρξ τῶν ἐκτμηθέντων
3
ὑῶν,) τῶν δὲ βοῶν ἕνεκα τῆς εἰς τὴν γεωργίαν
4
χρείας, δυσπειθεῖς γὰρ αὐτῆς εἰσιν οἱ ταῦροι. τῶν
5
δ’ αἰγῶν καὶ τῶν προβάτων κατ᾿ ἀμφοτέρας τὰς χρείας ἐκτέμνουσι
6
τοὺς ὄρχεις. εἰσὶ δ’ ἅπαντες οἱ τῶν εἰρημένων ζώων
7
ὄρχεις δύσπεπτοι καὶ κακόχυμοι, πεφθέντες δὲ καλῶς τρόφιμοι.
8
τὸ δ’ ἧττον καὶ μᾶλλον ἐν αὐτοῖς ἀνάλογόν ἐστι τῷ
9
κατὰ τὰς σάρκας εἰρημένῳ. εἰς ὅσον γὰρ τῶν ὑῶν σὰρξ τῆς
10
τῶν ἄλλων ἐστὶ βελτίων, εἰς τοσοῦτον καὶ ὄρχεις τῶν ὄρχεων.
11
μόνοι δ’ οἱ τῶν ἀλεκτρυόνων ἄριστοι κατὰ πάντα, καὶ
12
μάλιστα τῶν σιτευθέντων.