Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


5 Κεφ. κζʹ.Περὶ τρίγλης.Ἔστι μὲν καὶ ἥγε τῶν
6 πελαγίων ἰχθύων, τετίμηται δ’ ὑπὸ τῶν ἀνθρώπων, ὡς
7 τῶν ἄλλων ὑπερέχουσα τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ. σκληροτέρα
8 δὲ σχεδὸν ἁπάντων αὐτῶν ἔχει τὴν σάρκα, καὶ ψαθυρὰν
9 ἱκανῶς, ὅπερ σημαίνει ταὐτὸν τῷ μήτε γλίσχρον εἶναί τι,
10 μήτε λιπαρὸν ἐν αὐτῇ. τρέφει τοιγαροῦν, ὅταν πεφθῇ καλῶς,
11 τῶν ἄλλων ἁπάντων ἰχθύων μᾶλλον. ἐῤῥέθη δὲ καὶ
12 πρόσθεν, ὡς τὸ σκληρότερον ἔδεσμα, παχυμερέστερόν τε καὶ,
13 ὡς ἂν εἴποι τις, μᾶλλον γεῶδες ὑπάρχον, ἀξιολογώτερον τρέφει
14 ὑγροτέρων τε καὶ μαλακωτέρων, ὅταν γε πρὸς τούτῳ δηλονότι
15 καὶ τὴν οὐσίαν οἰκείαν ἔχῃ τῷ τρεφομένῳ σώματι· κρίνεται
16 δ’ αὐτὴ διὰ τῆς ἡδονῆς. ὅσαι γὰρ ἀλλότριαι τροφαὶ
17 ταῖς ὅλαις φύσεσίν εἰσι τῶν τρεφομένων ξώων, ταύτας οὐδ’
18 ὅλως, ἀηδῶς ἐσθίουσι· τῶν γε μὴν οἰκείων ὥςπερὥσπερτὸ ὑγρότερον 6.716
1 ἧττον τρέφει, οὕτω πέττεται καὶ ἀναδίδοται ῥᾷον.
2 τοίνυν τῆς τρίγλης σὰρξ ἡδεῖα μέν ἐστι, ὡς ἂν οἰκεία τροφὴ
3 τῇ φύσει τῶν ἀνθρώπων, σκληροτέρα δὲ οὖσα τῶν ἄλλων
4 ἰχθύων ὅμως ἑκάστης ἡμέρας ἐσθίεσθαι δύναται, διότι ψαθυρὰ
5 καὶ ἀλιπής ἐστι καί τι δριμύτητος ἔχει. τὰ γὰρ λιπαρὰ
6 καὶ γλίσχρα κατὰ τὴν πρώτην μὲν εὐθέως ἐδωδὴν ἐμπίπλησί
7 τε ταχέως, ἀνατρέπει τε τὴν ὄρεξιν, ἔτι δὲ μᾶλλον
8 οὐχ ὑπομένομεν αὐτῶν τὴν ἐδωδὴν ἐφεξῆς ἡμέραις πλείοσι.
9 τό γε μὴν ἧπαρ τῆς τρίγλης οἱ λίχνοι τεθαυμάκασιν ἡδονῆς
10 ἕνεκεν, ἔνιοι δ’ οὐδὲ καθ’ ἑαυτὸ δικαιοῦσιν ἐσθίειν αὐτὸ,
11 παρασκευάσαντες δ’ ἐν ἀγγείῳ τὸ καλούμενον γαρέλαιον
12 ἔχον οἴνου βραχύ τι, καταθρύπτουσιν ἐν αὐτῷ τὸ σπλάγχνον,
13 ὡς γενέσθαι τὸ σύμπαν ἐξ αὐτοῦ τε καὶ τῶν προπαρεσκευασμένων
14 ὑγρῶν ἔνα χυμὸν ὁμοιομερῆ πρός γε τὴν αἴσθησιν,
15 ἐν τὰς τῆς τρίγλης σάρκας ἀποβάπτοντες ἐσθίουσιν.  
16 ἐμοὶ δὲ οὐδ᾿ ἡδονὴν ἔδοξεν ἔχειν ἀξίαν τῆς τοιαύτης τιμῆς,
17 οὔτ᾿ ὠφέλειαν τῷ σώματι, καθάπερ οὐδὲ κεφαλὴ, καίτοι
18 καὶ ταύτην ἐπαινοῦσιν οἱ λίχνοι, καί φασι τὰ δεύτερα 6.717
1 φέρεσθαι μετὰ τὸ ἧπαρ. οὐ μὴν οὐδὲ διὰ τί τὰς μεγίστας τρίγλας
2 ὠνοῦνται πάμπολλοι, δύναμαι γνῶναι, μήθ’ ἡδεῖαν
3 ὁμοίως ταῖς μικροτέραις ἐχούσας τὴν σάρκα, μήτ’ εὔπεπτον,
4 ὡς ἂν ἱκανῶς σκληράν. ὥστε διὰ τοῦτό τινα τῶν ἀργυρίου
5 παμπόλλου τὰς μεγάλας τρίγλας ὠνημένων ἠρόμην, τίς ποτέ
6 ἐστιν αἰτία τῆς ἀφ’ ἑαυτῶν σπουδῆς. δ’ ἀπεκρίνατό μοι,
7 μάλιστα μὲν διὰ τὸ ἧπαρ ὠνεῖσθαι τὰς τηλικαύτας, ἤδη δὲ
8 καὶ διὰ τὴν κεφαλήν. ἀλλὰ γὰρ ἀρκεῖ μέχρι τοσούτου περὶ
9 τῶν τριγλῶν εἰρῆσθαι τῇ πρὸς τὸ χρήσιμον οἰκειότητι τοῦ
10 λόγου. γίγνονται δ’ ἄρισται τρίγλαι κατὰ τὴν καθαρὰν
11 θάλασσαν, ὥσπερ καὶ οἱ ἄλλοι πάντες ἰχθύες, οὐχ ἥκιστα δὲ
12 καὶ διὰ τὰς τροφάς. αἱ γοῦν τὰς καρκινάδας ἐσθίουσαι
13 καὶ δυσώδεις εἰσὶ, καὶ ἀηδεῖς, καὶ δύσπεπτοι, καὶ κακόχυμοι.
14 διάγνωσις δ’ αὐτῶν, πρὶν μὲν ἐσθίειν, ἀναπτύξαντι
15 τὴν κοιλίαν, ἐσθίοντι δὲ κατὰ τὴν πρώτην εὐθέως ὀσμήν
16 τε καὶ γεῦσιν.

6.718