1
Κεφ. νεʹ.Περὶ γιγγιδίου καὶ σκάνδικος.Πλεῖστον
2
ἐν Συρίᾳ τὸ γιγγίδιον φύεται καὶ βιβρώσκεται παραπλήσιον
3
τῷ παρ’ ἡμῖν σκάνδικι. πάνυ δ’ ἐστὶν εὐστόμαχον, ἐάν τε
4
ὠμὸν, ἐάν τε καὶ ζέσας αὐτὸ βούλῃ προσφέρεσθαι. μακροτέρας
5
δ’ ἑψήσεως οὐκ ἀνίσχονται. προσφέρονται δ’ αὐτό τινες
6
δι’ ἐλαίου καὶ γάρου, τινὲς δὲ καὶ οἶνον ἢ ὄξος ἐπεμβάλλοντες·
7
καὶ πολύ γε μᾶλλον εὐστόμαχόν τ’ ἐστὶ καὶ τοὺς ἀποσίτους
8
προτρέπει μετ’ ὄξους ἐσθιόμενον. εὔδηλον δ’, ὅτι καὶ
9
τοῦτο τὸ βοτάνιον φάρμακόν ἐστι μᾶλλον, ἢ τροφὴ, καὶ γάρ
10
τοι καὶ στύψεως καὶ πικρότητος σαφοῦς οὐκ ὀλίγης μετέχει.