Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


5 Κεφ. νβʹ.Περὶ σελίνων καὶ ἱπποσελίνων καὶ σίων
6 καὶ σμυρνίου.
Πάντα ταῦτά ἐστιν οὐρητικά. συνηθέστατα
7 δ’ αὐτῶν ἔτι καὶ ἡδίω καὶ εὐστομαχώτερα τὰ σέλινα· τὸ δ’
8 ἱπποσέλινον καὶ σίον ἀηθέστερα. τὸ μὲν οὖν σμύρνιον οὐκ
9 ἄηθες· ἐν γοῦν τῇ Ῥώμῃ πάμπολυ πιπράσκεται· δριμύτερον
10 δ’ ἐστὶ καὶ θερμότερον πολλῷ τοῦ σελίνου, καί τι καὶ
11 ἀρωματῶδες ἔχει. μᾶλλόν τε οὖν οὐρητικόν ἐστι σελίνου καὶ
12 ἱπποσελίνου καὶ σίου, καὶ γυναιξὶ κινεῖ τὰ καταμήνια. ποιεῖ
13 δὲ καὶ καυλὸν ἦρος ὥρᾳ δυνάμενον ὠμὸν ἐσθίεσθαι παραπλησίως
14 τοῖς φύλλοις, διὰ τοῦ χειμῶνος ἦν μόνα τῷ φυτῷ,
15 μηδέπω καυλὸν ἔχοντι, καθάπερ οὐδὲ τὸ σέλινον. ὕστερον δὲ
16 προγενομένου τοῦ καυλοῦ, τὸ σύμπαν ἥδιον γίνεται, κᾆν
17 ὠμὸν ἐσθίῃ τις αὐτὸ, κᾂν ἑφθὸν,  εἴτ’ ἐξ ἐλαίου καὶ γάρου
18 τύχοι βουληθεὶς, εἴτ’ οἴνου προσεπεμβάλλων, εἴτε ὄξους. 6.638
1 ἔνιοι δὲ καὶ δι’ ὄξους καὶ γάρου μόνον ἐσθίουσι, καθάπερ τὰ
2 σέλινα· τινὲς δὲ τούτοις ἐπεμβάλλουσιν ἐλαίου βραχύ. τὸ δὲ
3 ἱπποσέλινόν τε καὶ σίον ἕψοντες ἐσθίουσιν, ὠμὸν γὰρ ἑκάτερον
4 αὐτῶν ἀηδὲς φαίνεται. τά γε μὴν σέλινα καὶ τὰ σμύρνια
5 καὶ τῆς θρίδακος φύλλοις μιγνύντες προσφέρονταί τινες·
6 ἄποιον γὰρ οὖσα λάχανον θρίδαξ, ἔτι τε ψυχρὸν ἔχουσα
7 χυμὸν, ἡδίων τε ἅμα καὶ ὠφελιμωτέρα γίνεται τῶν δριμέων
8 τι προσλαμβάνουσα. κατὰ τοῦτο γοῦν ἔνιοι καὶ τὰ τῶν εὐζώμων
9 καὶ τὰ τῶν πράσων φύλλα μιγνύουσιν αὐτῇ· εἰσὶ δὲ
10 οἳ καὶ τῶν ὠκίμων. ὀνομάζουσι δ’ ἐν Ῥώμῃ συνήθως ἤδη
11 πάντες οὐ σμύρνιον, ἀλλ’ ὀλούσατρον τὸ λάχανον τοῦτο. καί
12 τις ἴσως αὐτὸ τὴν ἀρχὴν οὐδὲ ἀριθμεῖν ἐν ταῖς τροφαῖς
13 ἀξιώσει, καθάπερ οὐδὲ τὸ σίον, οὐδὲ τὸ ἱπποσέλινον· εἶναι
14 γὰρ ἅπαντα τὰ τοιαῦτα τῶν σιτίων ὄψα, καθάπερ καὶ τὰ
15 κρόμμυα καὶ τὰ σκόροδα, πράσα τε καὶ ἀμπελόπρασα, καὶ
16 πάντα ἁπλῶς τὰ δριμέα. τούτου δὲ τοὺ γένους ἐστὶ καὶ πήγανον
17 καὶ ὕσσωπον, ὀρίγανόν τε καὶ μάραθρον καὶ κορίανον,
18 περὶ ὧν ἐν τοῖς ὀψαρτυτικοῖς συγγράμμασι λέγεται, κοινοῖς 6.639
1 μέν πως οὖσιν ἰατροῖς τε καὶ μαγείροις, ἔχουσι δὲ τέλος παὶ
2 σκοπὸν ἴδιον. ὠφελείας γὰρ ἡμεῖς στοχαζόμεθα τῆς τῶν ἐδεσμάτων,
3 οὐχ ἡδονῆς. ἐπὶ δ’ ἐνίων κατὰ τὴν ἐδωδὴν ἀηδία
4 μέ γα μέρος εἰς ἀπεψίαν συμβάλλεται· κατὰ τοῦτ’ οὖν
5 μετρίως ἡδύνειν αὐτὰ βέλτιόν ἐστιν. δὲ τῶν μαγείρων ἡδον
6 μοχθηροῖς οὕτως ἀρτύμασιν ὡς τὸ πολὺ χρῆται συνήθως,
7 ὡς ἀπεψίαν μᾶλλον εὐπεψίαν αὐτοῖς ἕπεσθαι.