5
Κεφ. ηʹ.Περὶ ἀμύλουἘκ πυρῶν τοῦτο σκευάζεται,
6
δύναμιν ἔχον ὁμαλυντικὴν τῶν τετραχυσμένων. ὑπάρχει δὲ κοινὸν
7
τοῦτο τοὔργον ἁπάσαις ταῖς οὐσίαις, ὅσαι ξηραὶ κατὰ τὴν
8
σύστασιν οὖσαι μήτε στύψιν ἔχουσι, μήτε δριμύτητα, μήτε
9
ἄλλην τινὰ δύναμιν ἐπιφανῆ. καὶ καλοῦσιν ἀποίους εἰκότως
10
οὔσας τοιαύτας ὡς πρὸς αἴσθησιν. ἔστι δὲ κἀν ταῖς
11
ὑγραῖς οὐσίαις τἂ ὕδωρ τοιοῦτον. παραπλήσιον δ’ ἐστὶ
12
δυνάμει τοῖς πλυτοῖς ἄρτοις τὸ ἄμυλον, ἐλάττονα δὲ τροφὴν
13
δίδωσιν τῷ σώματι τῶν ἀπλύτων ἄρτων τούτων, καὶ μὴ
14
θερμαίνουσαν, ὥσπερ οὐδὲ ἐκεῖνοι, τῶν ἄλλων ἄρτων θερμαινόντων.
15
τοῖς μὲν γὰρ ἐξ ὕδατος ἑψημένοις πυροῖς οὐδὲ
16
παραβάλλειν αὐτό χρὴ, σαφῶς θερμαίνουσί τε καὶ τρέφουσιν,
17
εἰ πεφθεῖεν; ἰσχυρῶς, οὐσί τε δυσπέπτοις, ὡς
18
εἴρηται