11
Κεφ. εʹ.Ὅσοι δετὸν πλυτόν ἄρτον ἐπενόησαν σκευάζειν,
12
ἀτροφώτερον μὲν εὗρον ἔδεσμα, πεφευγὸς δ’ ὡς οἷόν
13
τε μάλιστα τὴν ἐκ τῆς ἐμφράξεως βλάβην. ἥκιστα γὰρ ὁ
14
ἄρτος οὗτος ἔχει τὸ παχὺ καὶ γλίσχρον, ὡς ἀερωδέστερος
15
ἀντὶ γεωδεστέρου γεγονὼς. ὁρᾶται δ’ ἡ κουφότης αὐτοῦ
16
διά τε τοῦ σταθμοῦ κὰκ τοῦ μὴ δύεσθαι καθ᾿ὕδατος,
17
ἀλλ’ ἐποχεῖσθαι τρόπῳ φελλοῦ. ἑψόντων δὲ παρ’ ἡμῖν ἐν
18
τοῖς ἀγροῖς πολύ ἄλευρον πυροῦ μετὰ γάλακτος, ἰστέον καὶ 6.495
1
τοῦτο τὸ ἔδεσμα τῶν ἐμπλαττόντων ὑπάρχειν. ὥσπερ οὖν
2
εὔχυμά τε καὶ τρόφιμα πάντα ἐστὶ τὰ τοιαῦτα τῶν ἐδεσμάτων,
3
οὕτω βλάπτει τοὺς διηνεκῶς αὐτοῖς χρωμένους, ἐμφράξεις
4
τε ποιούμενα καθ’ ἧπαρ καὶ λίθους ἐν νεφροῖς
5
γεννῶντα. τοῦ μὲν γὰρ ὠμοῦ χυμοῦ προσλαβόντος τὸ
6
γλίσχρον, ὅταν αἱ κατὰ τοὺς νεφροὺς διέξοδοι στενότεραί
7
ὠσί τισιν ὑπάρχουσαι φύσει, χρονίζον αὐτόθι τὸ παχύτατόν
8
τε καὶ γλίσχρον ἕτοιμόν ἐστι γεννῆσαι πῶρον, ὁποῖος τοῖς
9
ἀγγείοις, οὕς τὸ ὕδωρ θερμαίνομεν, ἐπιτρέφεται, καὶ τοῖς
10
λίθοις περιπήγνυται κατὰ πολλὰ τῶν αὐτοφυῶν ὑδάτων θερμῶν.
11
συντελεῖ δὲ εἰς τοῦτο μάλιστα καὶ ἡ τῶν νεφρῶν
12
αὐτῶν κρᾶσις, ὅταν οἷον πυρῶδές τε καὶ δριμὺ τὸ κὰθ
13
αὐτοὺς ᾖ θερμόν. ἐκ τούτου δὲ τοῦ γένους εἰσὶ καὶ οἱ
14
τοῖς ἀρθριτικοῖς γενόμενοι πῶροι. ῥεῖ γὰρ ἀεὶ τὸ περιττεῦον
15
ἐν τῷ σώματι πᾶν εἷς τοὺς ἀσθενεστάτους τόπους;
16
ἐργάζεταί τε ἐν αὐτοῖς πάθος κατὰ τὴν αὑτοῦ φύσιν.
17
εἰρήσεται δὲ αὖθις ἐν τῷ περὶ γάλακτος λόγῳ περὶ
18
πάσης αὐτοῦ τῆς χρήσεων ὥσπερ γε καὶ περὶ τῶν παχυνόντων 6.496
1
ἐδεσμάτων, ἐπειδὴ καὶ ἄλλα τινὰ τῆς τοιαύτης ἐστὶ
2
δυνάμεως.