16
Κεφ. λδʹ.Περὶ τῶν μαλακοστράκων.Ἀστακοὶ
17
καὶ πάγουροί, καὶ καρκῖνοι τε καὶ κάραβοι, καὶ καρίδες καὶ
18
καμμαρίδες, ὅσα τ᾿ ἄλλα, λεπτὸν ἔχει τὸ περιέχον ὄστρακον,
19
ὅμοια δὲ τῇ σκληρότητι τοῖς ὀστρακοδέρμοις ἧττον μὲν ἐκείνων 6.736
1
ἔχει τὸν ἁλυκὸν χυμὸν, ἔχει δ’ οὖν ὅμως οὐκ ὀλίγον.
2
ἔστι δὲ σκληρόσαρκα κατὰ πάντα, καὶ διὰ τοῦτο δύσπεπτά
3
τε καὶ τρόφιμα, προεψηθέντα δηλονότι κατὰ τὸ πότιμον
4
ὕδωρ. ἔστι δὲ καὶ τούτων ἡ σὰρξ, ὥσπερ καὶ τῶν ὀστρέων,
5
ἐπισχετικὴ τῶν κατὰ τὴν γαστέρα, ὅταν ἐναπόθηται τῷ
6
ὕδατι τὸν ἁλυκὸν χυμὸν, ὡς εἴρηται, προεψηθέντα. καὶ τοίνυν
7
καὶ ταῦτα δύσφθαρτα τοῖς σκληροῖς τῶν ὀστρακοδέρμων
8
ὡσαύτως ἐστί.