3
Κεφ. δʹ.Διττὸν δὲ τῶν ἰτρίων τὸ εἶδος, ἄμεινον
4
μὲν, ὅ καλοῦσι ῥυήματα, φαυλότερα δὲ τὰ λάγανα. πάντα
5
οὖν, ὅσα διὰ τούτων τε καὶ σεμιδάλεως συντίθεται, παχύχυμά
6
τέ ἐστι καὶ βραδύπορα, καὶ τῶν καθ’ ἧπαρ διεξόδων
7
τῆς τροφῆς ἐμφρακτικὰ, καὶ σπληνὸς ἀσθενοῦς
8
αὐξητικὰ, καὶ λίθων ἐν νεφροῖς γεννητικὰ, τρόφιμα δὲ
9
ἱκανῶς, εἰ πεφθείη τε καὶ καλῶς αἱματωθείη. τὰ
10
δὲ σύν μέλιτι σκευαζόμενα μικτῆς γίνεται δυνάμεως,
11
ὡς ἂν τοῦ μέλιτος αὐτοῦ λεπτὸν ἔχοντος χυμὸν, ὅσοις
12
τ’ ἂν ὁμιλήση, καὶ ταῦτα λεπτύνοντος. εἰκότως οὖν, ὅσα
13
μέλιτός τε πλεῖον ἐν τῇ σκευασίᾳ προσείληφε καὶ τὴν
14
ἔφησιν ἔσχηκε μακροτέραν, ἧττόν τ’ ἐστὶ βραδύπορα καὶ
15
μικτὸν χυμὸν γεννᾷ ἐκ λεπτοῦ τε καὶ παχέος, ἥπατι
16
δὲ καὶ νεφροῖς καὶ σπληνὶ γ τοῖς μὲν ὑγιεινοῖς
17
ἀμείνω τῶν χωρὶς μέλιτος σκευασθέντων, ἐμφράξεως δὲ 6.493
1
ἀρχὴν ἔχουσιν ἤ φλεγμαίνουσιν ἤ σκιρουμένοις οὐδὲν
2
ἧττον ἐκείνων, ἀλλ’ ἔστιν ὅτε καὶ μᾶλλον βλαβερὰ, καὶ
3
πολλῷ μάλιστα πάντων, ὧν γλίσχρον ἱκανῶς ἐστι τὸ ἄλευρον.
4
ὁ γὰρ ἐξ αὐτῶν χυμὸς οὐ μόνον ἰσχόμενος ἰέναι
5
πρόσω διὰ πάχος κωλύεται, ἀλλὰ καὶ περιπλαττόμενος ἔνδοθεν
6
τοῖς στενοῖς πέρασι τῶν ἀγγείων ἐμφράττεται δυσαπολύτως.
7
καὶ βάρους γε τὸ βλαβὲν οὕτω σπλάγχνον αἴσθησιν
8
ἐργάζεται τοῖς πάσχουσιν, τῆς ἑκτῶν λεπτυνόντων. ἐδεσμάτων
9
τε καὶ πομάτων ἐπικουρίας δεόμενον. εἴρηται δὲ ἑτέρωθι καθ’
10
ἕν γράμμα περὶ τῆς λεπτυνούσης διαίτης. θώρακά γε μὴν
11
οὐδὲν οὐδὲ πνεύμονα βλάπτει τῶν οὕτως σκευασθέντων.
12
ἀλλὰ περὶ μὲν τῶν τόν παχύν καὶ γλίσχρον χυμὸν γεννώντων
13
ἐδεσμάτων εἰρήσεται καὶ αὖθις· ὁ δὲ νῦν ἐνεστηκὼς
14
λόγος ἀξιοῖ σε τἄλλα διὰ μνήμης ἔχειν, α μέχρι δεῦρο
15
διῆλθον, καὶ μάλιστα πάντων αὐτῶν ὑπὲρ τῆς τῶν ἄρτων
16
δυνάμεως, ἐπεὶ διὰ παντὸς αὐτοῖς χρώμεθα. καὶ χεῖρόν γε
17
οὐδὲν ἀναλαβεῖν τὰ κεφάλαια τῶν ἐφ’ αὐτοῖς ῥηθέντων: 6.494
1
ἄριστος μὲν σύν ἐστιν ἄρτος εἰς ὑγείαν ἀνθρώπῳ, μήτε νέῳ,
2
μήτε γυμναζομένῳ, ὁ πλεῖστον μὲν ζύμης ἔχων, πλεῖστον δὲ
3
ἁλῶν, ἐπὶ πλεῖστον δὲ ὑπὸ τοῦ τεχνίτου, πρὶν πλάσασθαι
4
καὶ ὀπτᾶσθαι, κατειργασμένος, ὠπτημένος τε ἐν κλιβάνῳ
5
συμμέτρως θερμῷ, καθότι πρόσθεν εἴρηται. κρίσις μὲν
6
οὖν τοῦ πλείστου κατὰ τὴν ζύμην καὶ τοὺς ἄλας ἡ γεῦσις
7
ἔστω σοι· τὸ γὰρ ἤδη λυποῦν ἐν τῇ τούτων πλείονι μίξει
8
μοχθηρόν. εἰς ὅσον οὖν ἡ γεῦσις οὐδέπω γνωρίζει τὴν ἐκ
9
τῆς μίξεως ἀηδίαν, εἰς τοσοῦτον βέλτιόν ἐστιν αὐξάνειν
10
αὐτῶν τὸ πλῆθος.