13
Κεφ. καʹ.Περὶ τῆς κατὰ τὰ μόρια τῶν πτηνῶν
14
ζώων διαφορᾶς.Τὰ μὲν σπλάγχνα τὴν αὐτὴν ἀναλογίαν
15
ἔχει πρὸς τὰς ἐν πτηνοῖς ζώοις σάρκας, ἣν κᾀν τοῖς πεζοῖς
16
ζώοις ἔχειν εἴρηται· τὰ δ’ ἔντερα παντάπασιν ἄβρωτα πάντων
17
ἐστὶν αὐτῶν, οὐ μὴν ἀνὰ λόγον γε τούτων αἱ γαστέρες. 6.704
1
ἐδώδιμοί τε γάρ εἰσι καὶ τρόφιμοι, τινὲς δ’ αὐτῶν καὶ ἡδεῖαι
2
πάνυ, καθάπερ καὶ ἡ τῶν χηνῶν, ἐφεξῆς δὲ ἡ τῶν σιτευτῶν
3
ἀλεκτορίδων. ὥσπερ δὲ καὶ ἐπὶ τῶν ὑῶν τὸ συκωτὸν ἧπαρ
4
ἐν τοῖς ζῶσι ζώοις προπαρασκευάζουσιν ἡδὺ διὰ τῆς τῶν
5
ἰσχάδων ἐδωδῆς, οὕτως ἐπὶ τῶν χηνῶν ὁρῶ γάλακτος ἀναδεύοντας
6
τὰς τροφὰς, ὡς γίνεσθαι μὴ μόνον ἥδιστον, ἀλλὰ
7
καὶ τροφιμώτατον εὐχυμότατόν τε καὶ διαχωροῦν οὐ χαλεπῶς,
8
ὡσαύτως δὲ καὶ πρὸς τὴν ἐν τῇ γαστρὶ πέψιν ἐπιτήδειον. καὶ
9
τὰ πτερὰ δὲ τῶν χηνῶν ἐπιτήδεια πεφθῆναί τε καὶ θρέψαι,
10
μᾶλλον δ’ αὐτῶν τὰ τῶν ἀλεκτορίδων. οὔσης δὲ οὐκ ὀλίγης
11
ἐν ταῖς σαρξὶ διαφορᾶς τοῖς γεγηρακόσι ζώοις πρὸς τὰ νέα,
12
σαφεστέρα πολλῷ καὶ ἡ τῶν πτερῶν φύσις ἐστίν. ὡσαύτως
13
δὲ καὶ τοῖς ἰσχνοῖς πρὸς τὰ πίονα· κάλλιστα μὲν τὰ τῶν
14
εὐτρόφων τε καὶ νεών, χείριστα δὲ τὰ τῶν ἰσχνῶν καὶ γεγηρακότων.
15
οἱ πόδες δ᾿ ἁπάντων, ὀλίγου δεῖν, ἄβρωτοι. λόφους
16
δὲ καὶ κάλλαια τῶν ἀλεκτρυόνων οὔτ᾿ ἐπαινέσειεν ἄν
17
τις, οὔτε ψέξειεν. οἱ δ’ ὄρχεις ἄριστοι, καὶ μάλιστα τῶν σιτευτῶν 6.705
1
ἀλεκτρυόνων, ἔτι δὲ μᾶλλον ὅσοι ἂν διὰ γάλακτος ὀῤῥώδους
2
τὰς τροφὰς προσενέγκωνται. καὶ γὰρ εὔχυμοι καὶ τρόφιμοι
3
καὶ πεφθῆναι ῥᾷστοι· διαχώρησιν δὲ οὔτε προτρέπουσιν,
4
οὔτ᾿ ἐπέχουσιν. ἐγκεφάλους δὲ μικροὺς μὲν ἔχει
5
τὰ πτηνὰ ζῶα, βελτίους μέντοι πολὺ τῶν ἐν τοῖς πεζοῖς ζώοις,
6
ὅσῳ καὶ σκληροτέρους. αὐτῶν δὲ τῶν πτηνῶν τὰ ὄρεια τῶν
7
ἑλείων ἀμείνους ἔχει τοὺς ἐγκεφάλους ἀνάλογον τοῖς ἄλλοις
8
ἅπασι μορίοις. ἐπαινοῦσι δὲ ἔνιοι ψευδῶς τὴν τῆς στρουθοκαμήλου
9
κοιλίαν, ὥς τι φάρμακον πεπτικόν· ἔνιοι δὲ πολὺ
10
μᾶλλον τῆσδε τὴν τῆς αἰθυίας. ἀλλ’ οὔτ’ αὐτὰ πέττονται
11
ῥᾳδίως, οὔτε τῶν ἄλλων ἐστὶ πεπτικὸν φάρμακον, ὥσπερ
12
ζιγγίβερι καὶ πέπερι, καὶ καθ’ ἕτερον τρόπον οἶνός τε καὶ
13
ὄξος. εἰ δὲ περὶ γλώττης ἢ ῥάμφους τῶν πτηνῶν ζώων
14
ἐπιχειρήσαιμι λέγειν, ἃ μηδεὶς ἀγνοεῖ, φλυαρεῖν εἰκότως ὑποληφθήσομαι.
15