14
Κεφ. κστʹ.Περὶ τοῦ τῶν φοινίκων καρποῦ.Εἴτε
15
βαλάνους φοινίκων ἐθέλεις ὀνομάζειν τὸν καρπὸν αὐτῶν, εἴθ’
16
ὁμωνύμως ὅλῳ τῷ δένδρῳ φοίνικας, ὥσπερ ἔθος ἐστὶν ἤδη
17
πᾶσι τοῖς Ἕλλησιν, οὐδὲν οὔτε βλαβήσῃ κατ’ οὐδέτερον οὔτ’
18
ὠφεληθήσῃ πρὸς τὴν τῆς δυνάμεως γνῶσιν. ἔστι δ’ ἐν 6.607
1
αὐτοῖς οὐ μικρὰ διαφορά· τινὲς μὲν γὰρ ξηροί τέ εἰσι καὶ
2
στύφοντες, ὥσπερ οἱ Αἰγύπτιοι, τινὲς δὲ μαλακοὶ καὶ ὑγροὶ
3
καὶ γλυκεῖς, ὥσπερ οἱ καρυωτοὶ καλούμενοι, κάλλιστοι δ’
4
οὗτοι γεννῶνται κατὰ τὴν Παλαιστίνην Συρίαν ἐν Ἱεριχοῦντι·
5
μεταξὺ δὲ ἀμφοτέρων τῶν εἰρημένων γενῶν οἱ ἄλλοι πάντες
6
εἰσὶ φοίνικες. δύσπεπτοι δέ εἰσι καὶ κεφαλαλγεῖς, οἱ μὲν
7
μᾶλλον, οἱ δὲ ἧττον, ὄντες ὑγροί τε καὶ γλυκεῖς καὶ ξηροὶ καὶ
8
στύφοντες. ἀλλὰ τῶν ἄκρων ἀφορισθέντων, εὐφορώτατον
9
ἤδη σοι τὸ μέσον ἔσται πᾶν. οὐδεὶς γοῦν αὐτῶν ἐστιν, ὃς
10
οὐ γλυκύτητά τινα καὶ στῦψιν ἔχει· καὶ γὰρ τῷ καρυωτῷ μέτεστι
11
βραχείας στύψεως καὶ τῷ Θηβαικῷ γλυκύτητος ἀμυδράς.
12
ἀλλ’ ὁ μὲν γλυκὺς χυμὸς ἐδείχθη τρόφιμος, ὁ δ’ αὐστηρὸς εὐστόμαχός
13
τε καὶ γαστρὸς ἐφεκτικός. ἅπαντες δὲ οἱ φοίνικες
14
δύσπεπτοί τέ εἰσι καὶ κεφαλαλγεῖς πλείονες βρωθέντες. ἔνιοι
15
δὲ καὶ δήξεώς τινος αἴσθησιν ἐμποιοῦσι τῷ στόματι τῆς κοιλίας,
16
ὃ στόμαχον ὀνομάζουσιν οἱ ἰατροί. ὁ δ’ ἀπ’ αὐτῶν
17
εἰς τὸ σῶμα ἀναδιδόμενος χυμὸς παχὺς μὲν πάντως ἐστὶν, 6.608
1
ἔχει δέ τι καὶ γλίσχρον, ὅταν ᾖ ὁ φοῖνιξ λιπαρὸς, ὥσπερ ὁ
2
καρυωτός. ὅταν δὲ τῷ τοιούτῳ χυμῷ γλυκύτης μιχθῇ, τάχιστα
3
μὲν ὑπ’ αὐτοῦ τὸ ἧπαρ ἐμφράττεται, βλάπτεται δὲ καὶ
4
φλεγμαῖνον καὶ σκιρούμενον ἐσχάτως ὑπὸ τῆς ἐδωδῆς αὐτῶν.
5
ἐφεξῆς δὲ τῷ ἥπατι καὶ ὁ σπλὴν ἐμφράττεται καὶ βλάπτεται.
6
πολὺ δὲ δὴ μάλιστα βλάπτουσιν οἱ χλωροὶ φοίνικες εἰς ἅπαντα,
7
βραχὺ πλέονες ἐδεσθέντες. εὔδηλον δ’, ὅτι θερμότερον
8
μὲν ἔχουσι τὸν χυμὸν οἱ γλυκεῖς, ψυχρότερον δὲ οἱ στύφοντες.
9
ἀλλὰ καὶ φύσης ἐμπιπλᾶσιν οἱ χλωροὶ φοίνικες, ὥσπερ
10
καὶ τὰ σῦκα· τὴν αὐτὴν γὰρ ἀναλογίαν ἔχει τὰ σῦκα πρὸς
11
τὰς ἰσχάδας, ἣν οἱ χλωροὶ φοίνικες πρὸς τοὺς ἄλλους. ἐν δὲ
12
τοῖς μὴ πάνυ θερμοῖς χωρίοις οὐ πεπαίνονται τελέως οἱ φοίνικες,
13
ὡς εἰς ἀπόθεσιν γίνεσθαι χρήσιμοι, καὶ διὰ τοῦτο χλωροὺς
14
ἀναγκαζόμενοι δαπανᾶν αὐτοὺς ὠμῶν τε χυμῶν ἐμπίπλανται
15
καὶ ῥίγεσι δυσεκθερμάντοις ἁλίσκονται καὶ καθ’
16
ἧπαρ ἐμφράξεις ἔχουσι.