16
Κεφ. νʹ.Περὶ ἀκανθωδῶν φυτῶν.Ἀνίσχοντα
17
τῆς γῆς ἄρτι τὰ τοιαῦτα φυτὰ, πρὶν εἰς ἀκάνθας αὐτῶν τελευτῆσαι 6.636
1
τὰ φύλλα, πολλοὶ τῶν ἀγροίκων ἐσθίουσιν οὐκ ὠμὰ
2
μόνον, ἀλλὰ καὶ δι’ ὕδατος ἕψοντες, ἐναποβάπτοντες δὲ τὰ
3
μὲν ὠμὰ γάρῳ καὶ ὄξει, τὰ δὲ ἑφθὰ τούτοις αὐτοῖς ἐπιχέοντες
4
ἔλαιον. ὅτι δὲ ἐλαχίστην τροφὴν ἔχει πάντα τὰ λάχανα,
5
καὶ ταύτην ὑδατώδη καὶ λεπτὴν, ἔμπροσθεν εἴρηται.
6
τὰ δ᾿οὖν ἀκανθώδη μετρίως ἐστὶν εὐστόμαχα. τούτων τῶν
7
φυτῶν καὶ σκόλυμός ἐστι καὶ ἀτρακτυλὶς, καὶ ἡ καλουμένη
8
λευκάκανθα, δίψακός τε καὶ κνίκος, καὶ τραγάκανθα καὶ
9
ἀτραγὶς, ἥ τε τετιμημένη μειζόνως ἢ προσήκει κινάρα.