4
Κεφ. ιʹ.Καιρὸς γοῦν μεταβαίνειν ἐπὶ τὸν περὶ τῶν
5
κριθίνων ἄρτων λόγον, οὕς σκευάζουσιν οἱ ἄνθρωποι παραπλησίως
6
τοῖς πυρίνοις. εἰσὶ δὲ οὐ μόνον τῶν πυρίνων, ἀλλὰ
7
καὶ τῶν ὀλυρίνων, καὶ πολὺ μᾶλλον ἔτι τῶν τιφίνων ψαθυρώτεροι,
8
μηδὲν ἐν αὑτοῖς ἔχοντες, ὥσπερ ἐκεῖνοι, γλίσχρον.
9
εὔδηλον οὖν, ὅτι τροφὴν ὀλίγην παρέχουσι τῷ σώματι, καὶ
10
μάλιστα, ὅταν ἐκ φαυλοτέρων γένωνται κριθῶν, ἐξ ὧν ὁ
11
Ἱπποκράτης οὐδὲ τὴν πτισάνην ἐκέλευσε σκευάζειν· οὐδὲ
12
γὰρ ἀνιᾶσιν ἐξ αὑτῶν πολύν χυλὸν ἑψόμεναι. κάλλισται δὲ
13
εἰσιν αἱ λευκαὶ μετὰ τὸ πτισθῆναι φαινόμεναι, καί τι πυκνότητος
14
ἔχουσαι καὶ βάρους, ὅσον οἷόν τε κριθὴν
15
ἔχειν. ἀμείνους δὲ δηλονότι καὶ τῶν ἰσχνῶν τε καὶ ῥυσσῶν
16
αἱ πλήρη ὅλην καὶ τεταμένην ἔξωθεν ἔχουσαι τὴν περιγραφήν.
17
ἀλλὰ τοῦτο μὲν ἁπάντων σπερμάτων κοινὸν ἔστω σοι
18
γνώρισμα, πλὴν εἰ μή τι πάνυ σφόδρα πλείονά ποτε τοῦ 6.505
1
κατά φύσιν ὄγκον ἔχοι ἅμα τῷ μαλακώτερον καὶ χαυνότερον
2
γενέσθαι. περιττωματικὴν γὰρ ὑγρότητα ταῦτα ἔχειν
3
ἴσθι, καὶ χείρω τῶν προειρημένων εἶναι. καὶ διὰ τοῦτο μετὰ
4
τὴν συγκομιδὴν οὐ προσῆκεν αὐτοῖς χρῆσθαι, καταθέμενον
5
δὲ ἐν τόποις ξηροῖς ἐᾶσαι ἐν χρόνῳ πλειῶνι τὸ μέν τι διαπνεῦσαι
6
τῆς περιττῆς ὑγρότητος, τὸ δέ τι πεφθῆναι, μέχρις
7
ἂν ξηραινόμενα προσταλῇ μετρίως. ἀποῤῥεῖ γὰρ ἁπάντων
8
φυτῶν τε καὶ σπερμάτων καὶ καρπῶν, ἐπειδὰν συγκομισθέντα
9
κέηται, πρῶτον μὲν ὅσον ἐν αὐτοῖς ὑδατῶδές τε καὶ
10
λεπτὸν περίττωμα, μετὰ ταῦτα δὲ καὶ αἰπῆς τι τῆς κατὰ
11
φύσιν ὑγρότητος. ἡνίκα γὰρ ξηροτέραν μὲν, ἢ προσῆκεν, τὴν
12
οὐσίαν ἴσχῃ, καὶ χείρω γίνεται τῶν εἰς ἄκρον εὐεξίας ἡκόντων,
13
οὐ μὴν ἤδη γ’ ἐστὶ μοχθηρὰ παντάπασιν, ἀλλὰ καὶ
14
χρησιμώτερα πρὸς ἐνίας διαθέσεις, ὅσαι ξηραίνεσθαι δέονται·
15
τὰ δὲ ἐπὶ πλεῖστον ἀποκείμενα χείρω γίνονται παῖς
16
δυνάμεσιν. ὅρος δὲ καὶ τούτων, ὅταν διαιρούμενα καθάπερ
17
τινὰ κόνιν λεπτὴν ἐκπίπτουσαν ἔχῃ. ταῦτα μὲν οὖν 6.506
1
ἐπὶ πάντων ἔστω σοι διὰ μνήμης, ἅπαξ εἰρημένα νῦν. ἐμοὶ
2
γὰρ οὐχ ἡδὺ πολλάκις ὑπὲρ τῶν αὐτῶν λέγειν τὰ αὐτὰ,
3
πλὴν εἴ ποτε ἀναγκαῖον ἀναμνῆσαι φαίνοιτο τοῦ κεφαλαίου
4
μόνου ψιλοῦ. περὶ δὲ τῶν ἐκ κριθῆς ἄρτων, ὑπὲρ ὧν δ᾿
5
λόγας ἦν, αὖθις ἀναλαβόντες εἴπωμεν, ὡς κὰν τούτοις εἰσὶ
6
διαφοραί τινες ἀνάλογον τοῖς ἐπὶ τῶν πυρίνων ὀλίγον ἔμπροσθεν
7
εἰρημένοις. ἅπαντες μὲν γὰρ ἀτροφώτεροι τῶν πυρίνων
8
εἰσὶ πολλῷ· ἀλλ’ οἱ μὲν ἐκ τῶν ἀρίστων κριθῶν ἧττον
9
τοῦτο πεπόνθασιν, οἱ δὲ ἐκ τῶν χαύνων τε καὶ κούφων
10
ἀνάλογον εἰσι τοῖς πιτυρίαις ἄρτοις. ὑπέρχονται δὲ κάτω
11
κατὰ γαστέρα μάλιστα μὲν οἱ ἐκ τῶν τοιούτων κριθῶν, οὐχ
12
ἥκιστα δὲ καὶ οἱ ἄλλοι, παραβαλλόμενοι τοῖς πυρίνοις.
13
ὅσαι δὲ ἄλλαι μεταξὺ τούτων γίνονται σκευασίαι τῶν κριθίνων
14
ἄρτων, αἱ αὐταὶ ταῖς ἐπὶ τῶν πυρίνων εἰρημέναις
15
εἰσίν.