Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


9 Κεφ. ιστʹ.Περὶ ὀξυγάλακτος.Τὸ δὲ ὀξύγαλα
10 καλούμενον οὐ βλάπτει μὲν τοὺς ὀδόντας, ὅσοι γε κατὰ
11 φύσιν ἔχουσιν· ὅσοι δ᾿ ἤτοι διὰ φυσικὴν δυσκρασίαν, τινα
12 ἐπίκτητον διάθεσίν εἰσι ψυχρότεροι τοῦ δέοντος, οὗτοι μόνοι
13 βλάπτονται, καθάπερ ὑπὸ τῶν ἄλλων ψυχρῶν, οὕτω καὶ ὑπὸ
14 τοῦδε· καὶ τὸ σύμπτωμα τούτοις ἐνίοτε γίνεται τὸ καλούμενον
15 αἱμωδία, τοιοῦτον, οἷον ἐπὶ τοῖς ἀώροις συκαμίνοις, ὅσα τ’
16 ἄλλα στρυφνὰ καὶ ὀξέα, συμβαίνειν εἴωθε. πρόδηλον δ’, ὅτι
17 καὶ γαστὴρ μὲν ψυχροτέρα καθ’ ἡντιναοῦν αἰτίαν οὐ
18 πέττει καλῶς ὀξύγαλα, τῇ συμμέτρως δὲ ἐχούσῃ δύσπεπτον 6.690
1 μὲν, οὐ μὴν ἄπεπτόν γε παντάπασιν. ὅσαι δὲ θερμότεραί εἰσι
2 τοῦ προσήκοντος γαστέρες, εἴτε ἐξ ἀρχῆς,  εἴτε ἔκ τινος
3 ὕστερον αἰτίας εἰς τοιαύτην κρᾶσιν ἀχθεῖσαι, πρὸς τῷ μηδὲν
4 βλάπτεσθαι καὶ χρηστοῦ τινος ἀπολαύουσιν ἐκ τῶν τοιούτων
5 ἐδεσμάτων. αὗται καὶ προψυχθὲν αὐτὸ διὰ χιόνος περιπλάσεως
6 ἀλύπως φέρουσιν, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν τοιούτων
7 ἐδεσμάτων, καὶ δηλονότι καὶ τὸ ὕδωρ αὐτὸ, παρασκευασθὲν
8 ὁμοίως. ἐφ᾿ καὶ θαυμάζειν ἐπῆλθέ μοι πολλοὺς τῶν ἰατρῶν
9 ἀποφῃναμένους ὑπὲρ ἑκάστης τροφῆς, τῆς μὲν ὡς ὠφελούσης
10 ἡμᾶς, τῆς δὲ ὡς βλαπτούσης, εὐπέπτου τε καὶ δυσπέπτου, κακοχύμου
11 τε καὶ εὐχύμου, τροφίμου τε καὶ ἀτρόφου, κακοστομάχου
12 τε καὶ εὐστομάχου, καὶ κοιλίαν ὑπαγούσης ἱστώσης,
13 τινα ἄλλην ἀρετὴν κακίαν ἐχούσης. ἐπί τινων μὲν γὰρ ἐγχωρεῖ
14 φάναι, πᾶσιν ἀνθρώποις εἶναι κακόχυμον, δύσπεπτον,
15 κακοστόμαχον ἔδεσμα τόδε τι, περὶ δὲ τῶν πλείστων οὐχ
16 οἷόν τε χωρὶς διορισμοῦ διὰ προφάσεως μιᾶς ἀληθεῦσαι.
17 μακροῦ δ’ ἐξ ἀνάγκης ἐσομένου τοῦ παντὸς λόγου, γραφόντων 6.691
1 ἡμῶν ἐφ’ ἐκάστουἑκάστουτῶν ἐδεσμάτων τοὺς ἀπὸ τῶν φυσικῶν
2 κράσεων διορισμοὺς ἐπικτήτων τε διαθέσεων, ἄμεινον
3 εἶναι ἂν δόξειεν, καθόλου μὲν ἐξ ἀρχῆς τῆς διδασκαλίας ἐπιδεῖξαι
4 τὴν μέθοδον, ὡς ἐποιήσαμεν ἐν τῷ πρώτῳ τῶνδε τῶν
5 ὑπομνημάτων, ἀναμιμνήσκειν δ’ ἐπὶ τῶν κατὰ μέρος ἐνίοτε,
6 καὶ μάλιστα ἐφ᾿ ὧν φύσις οὐχ ἁπλῆ, καθάπερ ἀμέλει κᾀπὶ
7 τοῦ γάλακτός ἐστι, συγκειμένου μὲν ἐξ ἐναντίων οὐσιῶν τε καὶ
8 δυνάμεων, ὁμοιομεροῦς δὲ φαινομένου πρός γε τὴν αἴσθησιν.
9 οὕτω γὰρ αὐτῷ συμβαίνει, κᾂν κάλλιστον , παρὰ τὴν τῶν
10 κοιλιῶν διαφορὰν ἐνίοτε μὲν ἐπὶ τούτου ὀξύνεσθαι, κνισσώδη
11 δ’ αὖθις ἐφ’ ἑτέρου τὴν ἐρυγὴν ἀναπέμπειν, καίτοι γ’
12 ἐναντίων διαθέσεων οὐσῶν, καθ’ ἃς ὀξῶδες κνισσῶδες
13 γίνεται τὸ κατὰ τὴν κοιλίαν ἀπεπτηθέν. μὲν γὰρ ἔνδεια
14 τῆς θερμασίας ὀξύνειν αὐτὸ πέφυκεν, δ’ ὑπερβολὴ κνισσοῦν.
15 γίγνεται δὲ ἄμφω ταῦτα τῷ γάλακτι διὰ τὸ μὴ μόνον
16 ἔχειν ἐν ἑαυτῷ τὴν ὀῤῥώδη φύσιν, ἀλλὰ καὶ τὴν λιπαρὰν
17 καὶ τὴν τυρώδη. τὸ γοῦν ὀξύγαλα διὰ τὴν αἰτίαν ταύτην 6.692
1 οὐδέποτε κνισσῶδες ἀπεπτηθὲν γίνεται, κᾂν μάλιστα εἰς χολωδεστάτην
2 πυρωδεστάτην ἐμπέσῃ κοιλίαν. οὔτε γὰρ ἔτι
3 τὴν θερμὴν καὶ δριμεῖαν ἔχει ποιότητα καὶ δύναμιν, ἧς μετέχει
4 τὸ γάλα διὰ τὸν ὀῤῥὸν, οὔτε τὴν λιπαράν τε καὶ μετρίως
5 θερμὴν ἐκέκτητο διὰ τὸ λιπαρὸν τὸ ἐν ἑαυτῷ· μόνον γὰρ
6 ὑπολείπεται κατὰ τὴν τοιαύτην σκευασίαν τὸ τυρῶδες, οὐδὲ
7 τοῦτο τοιοῦτον φύσει, ὁποῖον ἐξ ἀρχῆς ὑπῆρχεν, ἀλλ’ ἐπὶ τὸ
8 ψυχρότερον ἐκτετραμμένον. ἀρκεῖ τοιγαροῦν ἐπ’ ὀξυγάλακτος
9 εἰπεῖν, ὅτι ψυχρόν ἐστι καὶ παχύχυμον. ἕπεται γὰρ τούτοις
10 τὸ μηδὲ ῥᾳδίως πέττεσθαι πρὸς τῆς συμμέτρως ἐχούσης
11 κράσεως τοῦ σώματος· ἐπ’ ἐκείνην γὰρ ἀναφέρεσθαι τὸν λόγον
12 ἠξίωσα πολλάκις ἤδη κατὰ τὰς ἐμὰς πραγματείας, ὅταν
13 ἁπλῶς ἀποφαίνωμαί τι. καὶ μέντοι καὶ τὸν ὠμόν ὀνομαζόμενον
14 χυμὸν, οὗ τὴν φύσιν ἔμπροσθέν τε διῆλθον, ἑτέρωθί τε
15 κατὰ τὸν προηγούμενον λόγον ἐξηγησάμην, εὔλογόν ἐστιν ἐκ
16 τῶν τοιούτων ἐδεσμάτων πλεῖστον γεννᾶσθαι. χρήσιμον δὲ
17 εἶναι τὸ ἔδεσμα τοῦτο ταῖς πυρωδεστέραις κοιλίαις οὐδὲν
18 ἄλογον, ὥσπερ ταῖς ψυχροτέραις ἐναντιώτατον. οὐ μὴν 6.693
1 οὐδὲ τοῦτο δεῖ καθ’ ἕκαστον τῶν ἐδεσμάτων γράφειν, ἀλλὰ
2 μιμνήσκειν ἐπί τινων μόνον, ὡς τοιόσδε χυμὸς, ὁποῖος ἐξ ὁξυγάλακτός
3 τε καὶ τυροῦ  καὶ τῶν παχυχύμων ἁπάντων γίγνεται,
4 λίθους ἐν νεφροῖς πέφυκε γεννᾷν, ὅταν ὦσι θερμότεροι
5 τοῦ δέοντος ἤτοι κατὰ φυσικὴν δυσκρασίαν κατά τινα
6 ἄλλην ὕστερον ἐγγενομένην αὐτοῖς διάθεσιν, οὐ μὴν ἀνὰ λόγον
7 γε τῆς θερμασίας τὰς διεξόδους εὐρείας ἔχωσιν. αἱ γάρ
8 τοι νοσωδέσταται κατασκευαὶ τῶν σωμάτων ἐξ ἐναντίων τῇ
9 κράσει σύγκεινται μορίων, ὡς εἶναι γαστέρα μὲν, εἰ τύχοι,
10 θερμὴν ἱκανῶς, ἐγκέφαλον δὲ ψυχρόν. οὕτως δὲ καὶ πνεύμων
11 ἐνίοτε καὶ θώραξ ὅλος ψυχρός ἐστιν ἐπὶ γαστρὶ θερμῇ.
12 πολλάκις δὲ καὶ τοὐναντίον ἕκαστον μὲν τῶν ἄλλων θερμότερον
13 ὑπάρχει τοῦ δέοντος, γαστὴρ δὲ μόνη ψυχροτέρα,
14 θερμότερον δὲ τὸ ἧπαρ, ἐπί τε τῶν ἄλλων μορίων ὡσαύτως.
15 διὸ καὶ κατ᾿ ἀρχὰς ἐδείκνυον, ὠφελιμωτάτην εἶναι τὴν περὶ
16 τῶν ἐν τροφαῖς δυνάμεων διδασκαλίαν, ὅταν ἐξηγῶνται τὴν
17 καθ’ ὑγρότητα καὶ ξηρότητα καὶ θερμότητα καὶ ψυχρότητα 6.694
1 διαφορὰν, ἔτι τε τὸ γλίσχρον παχὺ τῆς οὐσίας αὐτῶν, καὶ
2 πρὸς τούτοις, ὡς ὁμοιομερές ἐστιν, εἴτ’ ἐξ ἐναντίων ταῖς
3  κράσεσι σύγκειται, καθάπερ τὸ γάλα. πρὸς δὲ τὴν τούτων
4 διάγνωσιν ἐκ τῆς ὀσμῆς καὶ τῆς γεύσεως, ἔτι τε τῶν ἄλλων
5 συμπτωμάτων ἔφην ἡμᾶς ποδηγεῖσθαι, περὶ ὧν ἐν ἀρχῇ τῆσδε
6 τῆς πραγματείας διῆλθον, ὥσπερ καὶ νῦν ἐπὶ τοῦ γάλακτος,
7 ἐπιδεικνὺς αὐτοῦ τὴν φύσιν ἐξ ὧν ἴσχει συμπτωμάτων, ἤτοι
8 θερμαινόμενον, διὰ πυτίας πηγνύμενον, ὁπωσοῦν ἄλλως
9 διακρινομένων τῶν μορίων αὐτοῦ. καὶ γὰρ σχίσις καλουμένη
10 τοῦτο ἐργάζεται χωρὶς τῆς πυτίας, ὅταν ἱκανῶς θερμῄναντες
11 τὸ γάλα καταῤῥαίνωμεν ὀξυμέλιτι ψυχρῷ. ταὐτὸ δ’ ἐργαζόμεθα
12 καὶ δι’ οἰνομέλιτος. ἐνίοτε δὲ καὶ χωρὶς τοῦ καταῤῥᾶναι
13 τὴν οὐσίαν αὐτοῦ, καθιέντες εἰς ἀγγεῖον ὕδωρ ἔχον ψυχρότατον,
14 ἐργαζόμεθα τὴν σχίσιν. ἄνευ δὲ πυτίας καὶ τὸ
15 μετὰ τὴν ἀποκύησιν ἀμελχθὲν αὐτίκα πήγνυται, πυρωθὲν
16 ἐπὶ θερμῆς σποδιᾶς ὀλίγῳ χρόνῳ. καλεῖν δὲ ἐοίκασιν οἱ παλαιοὶ
17 κωμικοὶ τὸ οὕτως παγὲν γάλα πυριαστόν· οἱ δὲ παρ’
18 ἡμῖν ἐν Ἀσίᾳ πυρίεφθον ὀνομάζουσιν αὐτό. τοῦτο μὲν ἀκριβῶς 6.695
1 ἐστι γάλα χωρὶς οὐσίας ἑτέρας. ὅταν δὲ μέλι μίξαντες
2 αὐτῷ διὰ πυτίας πήξωσι, χωρίζεται μὲν ἐν τῷ ἔργῳ τὸ
3 λεπτὸν καὶ ὑδατῶδες αὐτοῦ, προσφέρονται δ’ ἔνιοι τὸ πεπηγὸς
4 αὐτοῦ μόνον, σύνθετον ὑπάρχον ἔκ τε τοῦ τυρώδους ἐν
5 τῷ γάλακτι καὶ τοῦ θερμοῦ καὶ τοῦ πυρώδους ἐν τῇ τῆς πυτίας
6 δυνάμει καὶ τοῦ μιχθέντος αὐτοῖς μέλιτος. ἔνιοι δὲ καὶ
7 τῷ παγέντι τὸν ὀῤῥὸν συγκαταπίνουσιν, ἤτοι γε ὡσαύτως
8 πάντα μετὰ παντὸς, θάτερον αὐτοῦ πλέον θατέρου. συμβήσεται
9 δὲ δηλονότι τοῖς μὲν μᾶλλον ὑπαχθῆναι τὴν γαστέρα,
10 τοῖς δὲ ἧττον, ἀνάλογον τῇ ποσότητι τῆς ὀῤῥώδους ὑγρότητος.
11 εὔδηλον δὲ, ὅτι καὶ τραφῆναι τὸ σύμπαν σῶμα μᾶλλον
12 μὲν ὑπάρξει τοῖς τὸ πεπηγὸς μόνον ἐδηδοκόσιν, ἧττον δὲ
13 τοῖς συγκαταπιοῦσιν αὐτῷ τι καὶ τῆς ὀῤῥώδους ὑγρότητος, ἔτι
14 δὲ ἧττον, ὅσοι τὸ μὲν πεπηγὸς ὀλίγον προσηνέγκαντο, τὸ δ’
15 ὀῤῥῶδες πλεῖστον. οὕτως δὲ κᾀπὶ τοῦ μετὰ τὴν ἀποκύησιν
16 παγέντος, ἤτοι χωρὶς μέλιτος, σὺν αὐτῷ, διαφορά τις οὐ
17 σμικρὰ γενήσεται. δυσπεπτότερον γὰρ ἔσται καὶ παχυχυμότερον,
18 ἔτι τε βραδύτερον εἰς τὴν κάτω διέξοδον, ὅταν μὴ 6.696
1 προσλάβῃ μέλιτος. γε μὴν ὅλου τοῦ σώματος θρέψις ἐξ
2 ἀμφοτέρων γίνεται δαψιλής. ταῦτ᾿ ἀρκεῖ περὶ δυνάμεως γάλακτος
3 ἐπίστασθαι κατὰ τὴν νῦν ἐνεστῶσαν πραγματείαν·
4 ὅσα γὰρ εἰς νόσους χρήσιμα, τοῖς φθίνουσιν ὁπωσοῦν,
5 τοῖς ἕλκος ἔχουσιν ἐν πνεύμονι, ταῦτ᾿ ἴδια τῆς θεραπευτικῆς
6 ἐστιν μεθόδου.