Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


13 Κεφ. ξστʹ.Περὶ βολβῶν.Ἐκ ταὐτοῦ γένους εἰσὶ
14 καὶ οἱ βολβοὶ τοῖς προειρημένοις. ἐσθίεται γὰρ αὐτῶν
15 ῥίζα χωρὶς τῶν φύλλων, ἐν ἦρι δέ ποτε καὶ ἀσπάραγος.
16 ἔχει δ’ ἐν αὑτῷ πικράν τε καὶ αὐστηρὰν δύναμιν ἐπιφανῆ·
17 διὸ καὶ τὸν στόμαχον ἐκλελυμένον ἐπεγείρει πως εἰς ὄρεξιν.
18 οὐκ ἐναντιοῦται δὲ οὐδὲ τοῖς ἀναπτύειν τι δεομένοις ἐκ θώρακός 6.653
1 τε καὶ πνεύμονος, καίτοι τὴν οὐσίαν τοῦ σώματος παχυτέραν
2 τε καὶ γλισχροτέραν ἔχοιεν. ἀλλ’ πικρότης ἀντιπράττει
3 τῷ πάχει, τέμνειν τὰ γλίσχρα καὶ παχέα πεφυκυῖα,
4 καθάπερ ἐν τοῖς περὶ τῶν φαρμάκων εἴρηται, διὸ κᾂν δίσεφθοι
5 γενηθῶσι, τροφιμώτεροι μέν εἰσι, ἐναντιοῦνται δὲ ἤδη
6 τοῖς ἀναπτύεσθαι δεομένοις, ὡς ἂν ἀποτιθέμενοι τὸ πικρὸν
7 ἅπαν. ἐσθίειν δ’ αὐτοὺς ἄμεινον τηνικαῦτα δι᾿ ὄξους ἅμα ἐλαίῳ
8 καὶ γάρῳ, καὶ ἡδίους οὕτω γε καὶ τροφιμώτεροι καὶ ἀφυσότεροι
9 καὶ πεφθῆναι ῥᾴους γίγνονται. πλεονάσαντες δὲ κατὰ
10 τὴν ἐδωδὴν αὐτῶν ἔνιοι προδήλως ᾔσθοντο καὶ σπέρμα
11 πλεῖον ἴσχοντες καὶ προθυμότεροι γιγνόμενοι πρὸς ἀφροδίσια.
12 σκευάζουσι δὲ καὶ τούτους οἱ ἄνθρωποι πολυειδῶς. οὐ γὰρ
13 μόνον ἑφθοὺς, ὡς ἔφην, δι’ ὕδατος, ἀλλὰ καὶ λοπάδας ἐξ
14 αὐτῶν ποικίλως ἠρτυμένας συντιθέασιν, ἐκ ταγήνου τέ τινες
15 ἄλλοι προσφέρονται, πολλοὶ δ’ ὀπτῶντες ἐπ’ ἐσχάρας. ἀλλ’
16 οὗτοί γε τὴν πολλὴν ἕψησιν οὐκ ἀναμένουσιν, ἀρκοῦνται δὲ
17 πάνυ βραχείᾳ. τινὲς δ’ οὐδ’ ὅλως προέψουσι χαίροντες αὐτῶν 6.654
1 τῷ πικρῷ τε καὶ αὐστηρῷ διασωζομένῳ· προτρέπει γὰρ
2 αὐτοὺς μᾶλλον ἐπὶ τὴν ἐδωδήν. ἀλλ’ εἰ μὲν ὡς προτρέποντι
3 χρήσαιντο, μέχρι δυοῖν καὶ τριῶν προελθόντες, εἴη ἄν τι
4 πλέον αὐτοῖς· εἰ δὲ πλεονάσαιεν ἐπὶ τῶν οὕτω σκευασθέντων,
5 καὶ μάλισθ’ ὅταν, ὡς εἰώθασιν, ὠμοτέρους αὐτοὺς λαβόντες,
6 αὐτοὶ πάλιν ἀπεπτήσονται. καί τινές γε καὶ φύσαν καὶ
7 στρόφον ἐπιφέρουσι μὴ πεφθέντες καλῶς. ἐκ μὲν δὴ τῶν οὕτως
8 ἐσθιομένων οὐκ εὔχυμος τροφὴ γίνεται· τῶν δ’ ἐπὶ
9 πλεῖστον ἑψηθέντων καὶ δὶς, ὡς εἴρηται, παχύτερος μὲν
10 χυμὸς, ἀμείνων δὲ τἄλλα καὶ τροφιμώτερος γίνεται.