Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


5 Κεφ. ιβʹ.Περὶ τῶν ἐν τοῖς πεζοῖς ζώοις σπλάγχνων.
6 Τὸ μὲν ἧπαρ ἁπάντων τῶν ζώων παχύχυμόν τέ ἐστι καὶ
7 δύσπεπτον, καὶ βραδύπορον ὑπάρχον. ἄμεινον δ’ ἐν αὐτοῖς,
8 οὐκ εἰς ἡδονὴν μόνον, ἀλλὰ καὶ εἰς τἄλλα, τὸ συκωτὸν ὀνομαζόμενόν
9 ἐστι, τῆς προσηγορίας ταύτης τυχὸν, ἐπειδὴ πολλῶν
10 σύκων ξηρῶν ἐδωδῇ τοῦ μέλλοντος σφάττεσθαι ζώου
11 τοιοῦτον παρασκευάζουσιν αὐτό· πράττουσιν οὕτως ἐπὶ
12 τῶν ὑῶν μάλιστα διὰ τὸ φύσει τὰ τούτου τοῦ ζώου
13 σπλάγχνα πολὺ τῶν ἐν τοῖς ἄλλοις ὑπάρχειν ἡδίω. γίνεται
14 δὲ κᾀκεῖνα σφῶν αὐτῶν ἀμείνω, φαγόντος τοῦ ζώου πολλὰς
15 ἰσχαδας· ἀλλ’ οὐκ εὔλογον εἶναι δοκεῖ τοῖς ἀνθρώποις ὑπερβᾶσι
16 τὸ φύσει κάλλιον ἐπὶ τὰ χείρω παραγίνεσθαι, τῶν δὲ
17 ἄλλων σπλάγχνων μὲν σπλὴν οὐδὲ πρὸς τὴν γεῦσιν ἀκριβῶς
18 ἡδύς ἐστιν, (ἔχει γάρ τι στρυφνὸν ἐμφαινόμενον,) εἰκότως 6.680
1 δὲ καὶ κακόχυμος εἶναι πεπίστευται, μελαγχολικοῦ γεννητικὸς
2 αἵματος ὑπάρχων. ἀμφοῖν δ’ εὐπεπτότερος, ὅσῳ καὶ
3 ἀραιότερος, πνεύμων ἐστὶ, παμπόλλῳ γε μὴν ἥπατος εἰς
4 θρέψιν ἥττων· ἣν δὲ δίδωσι τροφὴν τῷ σώματι, φλεγματικωτέρα
5 μᾶλλόν ἐστιν. δὲ καρδία κατὰ μὲν τὴν οὐσίαν
6 ἰνώδης σάρξ ἐστι καὶ σκληρὰ, καὶ διὰ τοῦτο δύσπεπτός ἐστι
7 καὶ βραδύπορος· εἰ δὲ πεφθείη καλῶς, τροφὴν οὐκ ὀλίγην
8 οὐδὲ κακόχυμον δίδωσι τῷ σώματι. περὶ δὲ νεφρῶν (καὶ γὰρ
9 καὶ τούτους τινὲς ἐν τοῖς σπλάγχνοις ἀριθμοῦσιν) ἔμπροσθεν
10 εἴρηται.