Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


15 Κεφ. λζʹ.Περὶ τῶν ἐν ἑκάστῳ γένει σπερμάτων
16 ἐμφερομένων, ἑτερογενῶν τε καὶ μικτῶν.
Ἐν μὲν τοῖς
17 πυροῖς αἶραι πολλάκις εὑρίσκονται πολλαί· κατὰ δὲ τὰς
18 κριθὰς γίγνονται μὲν, ἀλλ’ ὀλίγαι, πολὺς δὲ καλούμενος 6.552
1 αἰγίλωψ ἐν αὐταῖς, ὅταν δυστυχήσωσι κατὰ τὴν πρώτην
2 αὔξησιν γένεσιν. δ’ ἐμὸς πατὴρ, ἐν παρακμῇ τῆς ἡλικίας
3 φιλογεωργὸς γενόμενος, ἔσπειρέ ποτε καὶ πυρούς καὶ
4 κριθὰς, ἀκριβῶς ἐκλέξας αὐτῶν ἅπαν ὅσον ἑτερογενὲς ἐμέμικτο
5 σπέρμα, χάριν τοῦ γνῶναι σαφῶς, εἰ κατὰ μεταβολὴν
6 αὐτῶν γένεσις ταῖς αἴραις τε καὶ τοῖς αἰγίλωψι, φύσιν
7 ἰδίαν ἔχει καὶ ταῦτα τὰ σπέρματα. γεννηθέντων δ’ ἅμα
8 τοῖς καθαροῖς σπέρμασιν αἰρῶν μὲν πολλῶν κατὰ τύχην ἐν
9 τοῖς πυροῖς, ὀλίγων δ’ ἐν ταῖς κριθαῖς, ἀλλ’ αἰγίλωπος
10 δαψιλοῦς, ἐπεχείρει καὶ τῇ τῶν ἄλλων σπερμάτων βασάνῳ
11 τὸν αὐτὸν τρόπον. εὗρεν οὖν καὶ τοῖς φακοῖς ἐκ μεταβολῆς
12 αὐτῶν γενομένους ἀράκους τε τοὺς σκληρούς τε καὶ στρογγύλους
13 καὶ πελεκίνους, ἄβρωτα σπέρματα, τὴν δὲ ἀπαρίνην
14 οὐ μόνον ἄβρωτον, ἀλλὰ κὰν τῷ φύεσθαι περιπλεκομένην
15 τοῖς φυτοῖς τῶν φακῶν, ἄγχουσάν τε καὶ πνίγουσαν αὐτὰ
16 καὶ κατασπῶσαν, ὥσπερ ὀροβάγχη τοὺς ὀρόβους. ταῦτα
17 μὲν οὖν μοχθηρὰ πάνυ σπέρματα. τό μελάμπυρον δὲ καλούμενον 6.553
1 ἐκ μεταβολῆς μὲν καὶ αὐτὸ γεννᾶται τῶν πυρῶν, ἀλλ’
2 ἀπολείπεται πάμπολυ τῆς ὲν ταῖς αἴραις κακίας. Ι εὗρε δὲ
3 καὶ κατὰ ἄλλα σπέρματα τοιαύτας τινὰς μεταβολὰς γιγνομένας,
4 ὅθεν ἐκέλευσεν τοὺς χρωμένους αὐτοῖς ἐκλέγειν
5 ἄταν τὸ μοχθηρὸν, ὅταν εἰς χρῆσιν ὑγιεινὴν ἄγηται τὰ
6 σπέρματα, καὶ μῆ καταφρονοῦν, ὥσπερ οἱ τοῖς δήμοις ὑπηρετούμενοι
7 σιτοποιοί. μοχθηρᾶς μέντοι ποτὲ γενομένης ἀγωγῆς
8 ἔτους, αἶραι πάμπολλαι κατὰ τοὺς πυροὺς ἐγεννήθησαν, ἃς
9 οὐκ ἀκριβῶς οὔτε τῶν γεωργῶν ἐκκαθαράντων τοῖς εἰς ταῦτα
10 ἐπιτηδείοις κοσκίνοις, (ὀλίγος γὰρ σύμπας ἐγεωργεῖτο πυρὸς,)
11 οὔτε τῶν σιτοποιῶν διὰ τὴν αὐτὴν αἰτίαν, ἐν μὲν τῷ παραχρῆμα
12 κεφαλαλγεῖς ἐγένοντο πολλοὶ, τοῦ θέρους δ’ ἐμβάλλοντος
13 ἕλκη κατὰ τὸ δέρμα τῶν φαγόντων οὐκ ὀλίγοις τι σύμπτωμα
14 ἕτερον ἐγεγόνει κακοχυμίας ἐνδεικτικόν. οὐκ οὖν ἀμελεῖν
15 προσήκει τοῦ καθαρὰ ποιεῖν τὰ πρὸς ἐδωδὴν παρασκευαζόμενα
16 σπέρματα, γινώσκοντας, εἰ καὶ τῆς καθ’ ἑκάστην ἡμέραν
17 βλάβης οὐκ αἰσθανόμεθα διὰ βραχύτητα, τὸ γ’ οὖν ἀθροιζόμενον
18 ἐξ αὐτῆς χρόνῳ πλείονι φανερὸν γενήσεταί ποτε.

6.554