13
Κεφ. λεʹ.Περὶ συκομόρων.Ἐν Ἀλεξανδρείᾳ τὸ
14
τοῦ συκομόρου φυτὸν εἶδον ἅμα τῷ καρπῷ, παραπλησίῳ σύκῳ
15
μικρῷ λευκῷ. δριμύτητα δὲ οὐδεμίαν ὁ καρπὸς οὗτος
16
ἔχει, βραχείας μετέχων γλυκύτητος, ὑγρότερός πως καὶ ψυκτικώτερος
17
ὢν κατὰ τὴν δύναμιν, ὥσπερ τὰ μόρα· μᾶλλον δὲ
18
ἐν τῷ μεταξὺ μόρων τε καὶ σύκων αὑτὸν εἰκότως ἄν τις θείη. 6.617
1
καί μοι δοκεῖ τοὔνομα ἐντεῦθεν αὐτῷ κεῖσθαι, γελοῖοι γὰρ,
2
ὅσοι διὰ τοῦτό φασιν ὠνομάσθαι τὸν καρπὸν τοῦτον συκόμορα,
3
διότι σύκοις ἐοίκασι καὶ μόροις. ἡ γένεσις δ’ αὐτοῦ διαφορωτέρα
4
πώς ἐστι παρὰ τοὺς ἄλλους καρποὺς τῶν δένδρων·
5
οὐδὲ γὰρ ἐκ τῶν ἀκρεμόνων καὶ βλαστημάτων, ἀλλ’ ἐξ αὐτῶν
6
τῶν κλάδων καὶ τῶν πρέμνων ἐκφύεται.