1
Κεφ. ξαʹ.Περὶ τῆς ἐν τοῖς μέρεσι τῶν ἐσθιομένων
2
φυτῶν διαφορὰς.Ἐβουλόμην ἂν ἀληθῆ τὸν Μνησιθέου
3
λόγον ὑπάρχειν, ὃν ἐν τῷ περὶ τῶν ἐδεσμάτων ἔγραφεν.
4
οἱ γὰρ καθόλου λόγοι διὰ βραχείας λέξεως πολλὰ διδάσκουσιν
5
ὅταν γε ἀληθεῖς ὦσιν, ὥσπερ γε μεγάλα βλάπτουσιν
6
οὐκ ἀληθεύοντες. ἔστι δὲ, ἃ λέγει καθόλου περὶ τῶν ἐν τοῖς
7
φυτοῖς μορίων ὁ Μνησίθεος, ταῦτα. Πρῶτον μὲν οὖν αἱ
8
ῥίζαι πᾶσαι δύσπεπτοί τέ εἰσι καὶ ταρακτικαὶ, λέγω δὲ οἷον
9
ῥαφανίδες, σκόροδα, κρόμμυα, γογγυλίδες, καὶ πᾶν τὸ
10
τοιοῦτον γένος. ὅσων γὰρ ἡ ῥίζα καὶ τὸ κατὰ τῆς γῆς πεφυκὸς
11
ἐδώδιμόν ἐστι, πάντα τὰ τοιαῦτα εἰς τὴν δύσπεπτον
12
ἰδέαν καταχωρίζεται. συμβαίνει γὰρ τὰς τροφὰς ἐκ τῶν
13
ῥιζῶν ἅπασι τοῖς μέρεσι τῶν φυομένων ἀναπέμπεσθαι. συνάγουσιν
14
οὖν εἰς αὑτὰς ὑγρότητα πολλὴν αἱ ῥίζαι, καὶ ταύτην
15
δύσπεπτον ἔχουσι τὴν πλείστην· οὐδὲ γὰρ ἐνδέχεται
16
πεπεμμένην αὐτὴν εἶναι πᾶσαν. τὸ γὰρ πεπεμμένον δοκεῖ
17
τετελειῶσθαι, τὸ δ’ ἐν ταῖς ῥίζαις ὑγρὸν ἑτέρωθεν δεῖ
18
λαβεῖν τὸ τέλος τῆς πέψεως, διαδοθὲν ἐπὶ τὰ μόρια τοῦ φυομένου· 6.646
1
πάντα γὰρ ἀπὸ τῆς ῥίζης τρέφεται. διόπερ ἀναγκαῖον
2
ἀπέπτους αὐτόθι τὰς ὑγρότητας εἶναι· συνειλεγμέναι γὰρ ἐνταῦθα,
3
προσμένουσι τὸ τέλος τῆς ἄνω πέψεως. ὥστ’ ἐν ταῖς
4
ῥίζαις εὔλογον ἀκατεργάστους εἶναι τὰς πλείστας ὑγρότητας,
5
εἰκότως οὖν καὶ τοῖς ἡμετέροις σώμασιν ἀπὸ τούτων τὴν τροφὴν
6
ὑγρὰν καταλείπεσθαι καὶ ταραχώδη. αὕτη σοι καὶ ἡ τοῦ
7
Μνησιθέου ῥῆσις, ἄχρι μὲν τοῦ λόγου πιθανὴ, τῇ πείρᾳ δὲ
8
κρινομένη ψευδής. αἱ γοῦν ῥαφανίδες τὴν ῥίζαν ἔχουσι πολὺ
9
δριμυτέραν τοῦ τε καυλοῦ καὶ τῶν φύλλων· ὡσαύτως δὲ καὶ
10
τὸ κρόμμυον, ἀμπελόπρασόν τε καὶ πράσον καὶ σκόροδον.
11
εἰ δὲ καὶ τεύτλου καὶ μαλάχης καὶ γογγυλίδος ἐθέλοις παραβάλλειν
12
τὴν ῥίζαν τοῖς φύλλοις, ἰσχυροτέραν εὑρήσεις τὴν δύναμιν,
13
ὥσπερ γε καὶ τῆς ἀλθαίας, ἥπερ ἀγρία τις εἶναι δοκεῖ
14
μαλάχη. δηλοῖ γοῦν καὶ αὐτῆς ἡ ῥίζα τὴν δύναμιν, ὥσπερ
15
καὶ ἡ τοῦ τεύτλου, διαφοροῦσα πολλοὺς τῶν φλεγμονωδῶν
16
ὄγκων, οὐ μήν γε τὰ φύλλα αὐτῶν ἱκανὰ δρᾶσαι τοῦτο.
17
καὶ μέντοι καὶ τῶν φαρμακωδῶν φυτῶν ὅσα τὰς ῥίζας
18
ὁμοίας τοῖς εἰρημένοις ἔχει, καὶ τούτων ἀσθενέστερα τὰ φύλλα, 6.647
1
κυκλαμίνου καὶ σκίλλης καὶ ἄρου καὶ δρακοντίου καὶ ἄλλων
2
πάνυ πολλῶν. ὥσπερ γὰρ ἐπ’ ἄλλων φυτῶν τὸ πλεῖστον
3
τῆς οὐσίας ἔν τε τοῖς καυλοῖς καὶ τοῖς στελέχεσιν, οὕτως
4
ἐπὶ τούτων ἐν τῇ ῥίζῃ, καὶ ταύτην ἡ φύσις αὐτῶν μάλιστα
5
αὐξάνει τε καὶ τρέφει, καὶ τὸ μὴ καλῶς ἐν αὐταῖς κατεργασθὲν
6
εἴς τε τὰ φύλλα καὶ τοὺς καυλοὺς ἀποκρίνει. τὴν μὲν
7
οὖν ῥίζαν ἔχει ταῦτα καὶ διὰ τοῦ χειμῶνος μεγάλην, τὸν καυλὸν
8
δὲ φύει κατὰ τὸ ἔαρ, ἡνίκα πρὸς τὸν καρπὸν ἐξορμᾷ.
9
φαίνεται δὲ κᾀπὶ τῶν ζώων ἡ φύσις ἐνίοτε τὸ περίττωμα τῆς
10
ὅλης οὐσίας τοῦ ζώου, καθάπερ καὶ Ἀριστοτέλης ἔλεγεν, εἴς
11
τινων μορίων οὐκ ἀναγκαίων καταχρῆσθαι γένεσιν, ὡς ἐπὶ
12
τῶν ἐλάφων μὲν εἰς τὰ κέρατα, κατ’ ἄλλα δὲ τῶν ζώων
13
εἰς πλῆθος καὶ μέγεθος ἀκανθῶν ἢ τριχῶν. ἐπισκοπεῖσθαι
14
τοίνυν ἀσφαλέστερόν ἐστιν ἕκαστον τῶν ἐν τοῖς φυτοῖς μορίων
15
αὐτὸ καθ’ αὑτὸ, γευόμενον μὲν καὶ ὀσμώμενον πρότερον,
16
εἶτα καὶ διὰ τῆς ἐδωδῆς πειρώμενον, ἡ μὲν γὰρ ὄσφρησίς
17
τε καὶ ἡ γεῦσις, ὁποῖόν τινα τὸν χυμόν τε καὶ τὸν ἀτμὸν
18
ἔχει τὸ μόριον τοῦ φυτοῦ, διδάσκουσαι συνενδείκνυνται τούτοις
19
εὐθέως καὶ τὴν ὅλην κρᾶσιν αὐτοῦ. διὰ δὲ τῆς πείρας, 6.648
1
ἐάν γέ τις αὐτὴν ποιῆται μετὰ τῶν οἰκείων διορισμῶν, ἀκριβῶς
2
ἡ δύναμις εὑρίσκεται, συνενδεικνυμένης αὐτοῖς ἐνίοτε
3
καὶ τῆς συστάσεως τοῦ φυτοῦ μετὰ καὶ τοῦ κατ’ αὐτὸ χυλοῦ.
4
τινὰ μὲν γὰρ ὑγρὸν καὶ ὑδατώδη, τινὰ δὲ παχὺν ἢ γλίσχρον
5
ἔχει τὸν χυμὸν, ὧν καὶ αὐτῶν ἰδίᾳ πάλιν γεύεσθαι προσήκει.
6
ἔνιοι μὲν γὰρ αὐτῶν εἰσι δριμεῖς, ἢ ὀξεῖς, ἢ πικροὶ, ἔνιοι δὲ
7
ἁλυκοί τε καὶ ἁλμυροὶ, καθάπερ γε τινὲς μὲν αὐτῶν αὐστηροὶ,
8
τινὲς δὲ στρυφνοὶ, τινὲς δὲ ὑδατώδεις, ἢ γλυκεῖς. οὐκ οὖν
9
χρὴ πεισθέντας τῷ Μνησιθέῳ πιστεύειν ὡς ὑγιεῖ καθόλου τῷ
10
λόγῳ, πειρᾶσθαι δὲ μᾶλλον ἑκάστου τῶν ἐν τοῖς φυτοῖς μορίων
11
αὐτοῦ καθ’ ἑαυτό.