17
Κεφ. ξεʹ.Περὶ ἀσφοδέλου.Τῇ τῆς σκίλλης ῥίζῃ
18
παραπλησία πώς ἐστιν ἡ τοῦ ἀσφοδέλου μέγεθος καὶ σχῆμα 6.652
1
καὶ πικρότητα. σκευαζομένη μέντοι, καθάπερ οἱ θέρμοι,
2
τὸ πλεῖστον τῆς πικρότητος ἀποτίθεται, καὶ ταύτῃ σκίλλης
3
διαφέρει· δυσέκνιπτος γάρ ἐστιν ἱκανῶς ἡ ἐκείνης ποιότης.
4
Ἡσίοδος μὲν οὖν ἔοικεν ἐπαινεῖν τὸν ἀσφόδελον ἐν οἷς
5
φησιν·
6Οὐδ’ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ ὄνειαρ.
7
ἐγὼ δ’ οἶδα διὰ λιμὸν ἀγροίκους τινὰς ἑψήσεσί τε πλείοσι
8
καὶ ἀποβρέξεσιν ἐν ὕδατι γλυκεῖ μόλις αὐτὴν ἐδώδιμον ἐργασαμένους.
9
ἥ γε μὴν δύναμις καὶ ταύτης τῆς ῥίζης ἐστὶν ἐκφρακτική
10
τε καὶ λεπτυντικὴ, καθάπερ καὶ ἡ τοῦ δρακοντίου.
11
διὸ καὶ τὸν ἀσπάραγον αὐτοῦ τοῖς ἰκτεριώδεσι διδόασί τινες,
12
ὡς μέγιστον ἴαμα.