5
Κεφ. ιηʹ.Περὶ φακῶν.Οὐδ’ ἐκ τούτων ἀρτοποιεῖταί τις,
6
ἀλιπεῖς γάρ εἰσιν καὶ ψαθυροὶ, στυπτικὸν ἔχοντες τὸ λέμμα, τὴν
7
δ’ οἷον σάρκα παχύχυμόν τε καὶ γεώδη, καὶ βραχύ τι ἔχουσαν
8
αὐστηρὰς ποιότητος, ἧς τὸ λέμμα πολλῆς μετέχει. χυμὸς
9
δ’ ἐν αὐτοῖς ἐστιν, ὡς καὶ πρόσθεν εἶπον, ἐναντίος τῷ
10
στυπτικῷ. διό κὰν ἑψήσας τις αὐτοὺς ἐν ὕδατι προσενέγκηται
11
τὸ ὕδωρ, ἥδυνας ἁλσὶν, ἢ γάρῳ, καὶ μετ’ αὐτῶν ἐλαίῳ,
12
διαχωρητικὸν γίνεται πόμα. δὶς δ’ ἑψηθέντων, ὥσπερ
13
εἴρηται, τῶν φακῶν, ἡ ἐξ αὐτῶν σκευαζομένη φακῆ καὶ τὴν
14
ἐναντίαν ἔχει· δύναμιν τῷ χυλῷ, ξηραίνουσα τὰ κατὰ γαστέρα
15
ῥεύματα, καὶ τόνον ἐντιθεῖσα τῷ στομάχῳ, καὶ τοῖς ἐντέροις,
16
καὶ συμπάσῃ τῇ γαστρί. διὰ τοῦτο οὖν οἰκεῖόν ἐστιν
17
ἔδεσμα κοιλιακῶν τε καὶ δυσεντερικῶν. ἡ δὲ ἀφῃρημένη 6.526
1
τὸ λέμμα φακῆ τὸ μὲν ἰσχυρόν τῆς στύψεως ἀπόλλυσι,
2
καὶ τὰ αὐτῇ συνεπόμενα δηλονότι, τροφιμωτέρα δὲ γίνεται
3
τῆς ἀπτίστου, παχύχυμός τε οὖσα καὶ κακόχυμος καὶ βραδύπορος,
4
οὐ μὴν ξηραντική γε τῶν κατὰ τὴν γαστέρα ῥευμάτων,
5
ὥσπερ ἡ ἄπτιστος. εἰκότως οὖν οἱ πλεονάζοντες ἐν τούτῳ
6
τῷ ἐδέσματι τοὺς τε καλουμένους ἐλέφαντας ἔχουσι καὶ
7
τοὺς καρκίνους· ἐπιτήδειον γάρ ἐστι τὸ παχὺ καὶ ξηρὸν
8
ἔδεσμα μελαγχολικὸς γενέσθαι χυμός. οἷς οὖν ἐστιν ὑδατώδης
9
ἐν ταῖς σαρξὶ καχεξία, τούτοις μόνον ὠφέλιμον ἔδεσμα
10
φακῆ, καθάπερ τοῖς ξηροῖς καὶ αὐχμώδεσι βλαβερώτατον.
11
ὡσαύτως δὲ καὶ τὴν ὄψιν ἀμβλύνει μὲν τὴν ὑγιεινῶς διακειμένην
12
ὑπερξηραίνουσα, τὴν δὲ ἐναντίως ἔχουσαν ὀνίνησιν.
13
οὐκ ἐπιτήδειός ἐστιν οὐδ’ εἰς τὰς ἐμμήνους καθάρσεις, παχὺ
14
καὶ δύσρουν ἐργαζομένη τὸ αἷμα, τῷ δὲ καλουμένῳ ῥῷ
15
γυναικείῳ χρησιμωτάτη. τὴν δ’ ἐναντίαν αὐτῇ κατά γε τοῦτο
16
δύναμιν ἐχούσης τῆς πτισάνης, ἐξ ἀμφοτέρων μιχθέντων
17
ἔδεσμα γίγνεται κάλλιστον, ὃ καλοῦσιν οἱ παρ’ ἡμῖν ἄνθρωποι 6.527
1
φακοπτισάνην, οὐκ ἴσον τῷ μέτρῳ μιγνύντες, ἀλλ’
2
ἔλαττον ἐμβαλόντες τῆς πτισάνης, ὡς ἂν χυλουμένης τε καὶ
3
εἰς ὄγκον αἰρομένης μέγαν. οἱ φακοὶ δ’ ἑψημένοι βραχύ τι
4
προσαναλίσκουσιν. ἥ γε μὴν ἄρτυσις ἡ αὐτὴ καὶ τούτῳ
5
τῷ ἐδέσματι τῇ κατὰ τὴν πτισάνην ἐστὶ, πλὴν ὅτι θύμβρας
6
ἤ γλήχωνος ἐπεμβαλλομένης ἡδεῖά τε ἅμα καὶ εὐπεπτοτέρα
7
γίνεται, τῆς πτισάνης οὐ χαιρούσης τούτοις, ἀλλ’
8
ἀρκουμένης ἀνήθῳ καὶ πράσῳ μόνῳ. μοχθηροτάτη δ’ ἐστὶν
9
σκευασία φακῆς ἤ διὰ τοῦ σιραίου τοῖς πλουσίοις παρασκευαζομένη
10
ὑπὸ τῶν μαγείρων. δεῖται γὰρ οὐ παχυνόντων
11
μίξεως, ἀλλ’ ὑγρῶν καὶ τεμνόντων τὸ πάχος αὐτῆς μᾶλλον.
12
ἢ δὲ τῷ σιραίῳ μιχθεῖσα τὰς καθ’ ἧπαρ ἐμφράξεις ἐργάζεσθαι
13
πέφυκεν. αὐξάνει δὲ καὶ τὰς φλεγμονὰς ἔν τε τούτῳ
14
τῷ σπλάγχνῳ καὶ σπληνὶ, εἰ μὴ μέλιτός τι προσλάβοι βελτίων
15
γιγνομένη. πρόδηλον δὲ, ὅτι καὶ τὰς σκιῤῥώδεις διαθέσεις
16
ἀμφοτέρων τῶν σπλάγχνων παροξύνει. κρέας δὲ χοίρειον
17
εἰ βούλει συνέψειν, τῇ μὲν πτισάνῃ τὸ πρόσφατον, τῇ
18
δὲ φακῇ τὸ ταριχηρὸν ἁρμόττον εὑρήσεις, ὧσπέρ γε τὸ 6.528
1
μεταξὺ τούτων, ὃ νεαλὲς ὀνομάζουσι, τῇ φακοπτισάνη χρήσιμον
2
εἰς ἡδονήν τε καὶ πέψιν ἐστιν. ἤ γέ μῆν εἰς τοὺς
3
παχεῖς χυμοὺς ἐπίδοσις τῇ φακῆ μετὰ τῶν ταριχηρῶν κρεῶν
4
ἐσθιομένη μᾶλλον γίνεται, καὶ γὰρ καὶ ταῦτα παχύτερόν τε
5
καὶ μελαγχολικώτερον αἷμα γεννᾷ. διόπερ οὐ χρὴ πλεονάζειν
6
οὐδ’ ἐν τούτοις, καὶ μάλιστα ὅταν ἤτοι μελαγχολικὸν,
7
ἢ λίαν παχύχυμον, ἢ ὅλως κακόχυμον ᾖ τινι τὸ σῶμα. τὰ
8
δ’ αὐτὰ καὶ περὶ τῶν χωρῶν, ὡρῶν τε καὶ καταστάσεων
9
ἐπινοεῖν σε χρὴ καθ’ ἕκαστον ἔδεσμα, φειδόμενον μὲν ἐν
10
φθινοπώρῳ τῶν μελαγχολικῶν καὶ ξηραινόντων ἐδεσμάτων,
11
ἐν χειμῶνι δὲ χρώμενον, ὥσπερ γε καὶ κατὰ τὸ θέρος τοῖς
12
ὑγραίνουσι καὶ ψύχουσιν· ἐν ἦρι δὲ, μέσης ὄντι κράσεως,
13
τὰ μέσα ταῖς δυνάμεσιν σιτία προσενεγκέον. ἔστι δέ τι τῶν
14
μέσων οὐχ ἐν εἶδος. ἔνια μὲν γὰρ τῷ μηδ’ ὅλως μετέχειν
15
τῶν ἄκρων ἐστὶ τοιαῦτα, τινὰ δὲ ἐκ τῆς ἀμφοῖν ἰσοκρατουσῶν
16
μίξεως ἐπικτᾶται τὴν μεσότητα, καθάπερ ὀλίγον
17
ἔμπροσθεν ἔλεγον, ὅταν τῇ πτισάνῃ μίξῃ τις τὴν φακῆν. 6.529
1
οὕτω δὲ καὶ τὴν τευτλοφακῆν ὁ Ταραντῖνος Ἡρακλείδης οὐ
2
μόνον ὑγιαίνουσιν, ἀλλὰ καὶ νοσοῦσιν ἐδίδοτο. μέσον γὰρ
3
καὶ τοῦτ’ ἔστιν ἐξ ἐναντίων συγκείμενον ἔδεσμα, διὸ τεῦτλον
4
μὲν ἥττον ὑπέρχεται, φακῆ δὲ διαχωρεῖται μᾶλλον. εὔδηλον
5
δὲ, ὅτι καὶ ὁ ἀναδιδόμενος ἐξ αὐτῆς χυμὸς εἰς τὸ σῶμα
6
μικτὸς ἐκ τῆς ἀμφοτέρων ἐστὶ δυνάμεως, τῆς τε φακῆς καὶ
7
τοῦ τεύτλου.