5
Κεφ. ζʹ.Εἰ μὴ καὶ αὐτὸς ἔφαγόν ποτε πυροὺς ἐν
6
ὕδατι ἑψημένους, οὐκ ἂν ἤλπισά τινα χρείαν γενέσθαι τῆς
7
ἐδωδῆς αὐτῶν. οὔτε γὰρ ἐν λιμῷ τις ἐπὶ τοιαύτην ἂν ἀφίκοιτο
8
χρῆσιν, ἐνὸν, εἴπερ εὐπορεῖ πυρῶν, ἄρτους ἐξ αὐτῶν
9
ποιήσασθαι, παρὰ δεῖπνον δὲ, καθάπερ ἐρεβίνθους ἑφθούς
10
τε καὶ φρυκτούς ἐσθίουσιν ἐν χρείᾳ τῶν καλουμένων τραγημάτων,
11
ἄλλα τέ τινα σπέρματα τὸν αὐτὸν τρόπον σκευάζοντες,
12
οὕτως οὐδεὶς προσφέρεται πυρὸν ἑφθόν. διὰ ταῦ
13
τὰ μὲν σύν οὐδ’ ἂν ἤλπισά τινα πυρὸν ἑφθὸν ἐδηδοκέναι.
14
ἐπεὶ δὲ καὶ αὐτὸς ἐγὼ, πορευθείς ποτε εἰς ἀγρὸν
15
οὐκ ἐγγύς τῆς πόλεως ὄντα μετὰ δυοῖν μειρακίοιν τὴν
16
αὐτὴν ἡλικίαν ἀγόντων ἐμοὶ, κατέλαβον ἤδη δεδειπνηκότας
17
τοὺς ἀγροίκους, καὶ μελλούσας ἀρτοποιεῖσθαι τὰς γυναῖκας,
18
(ἠπόρουν γὰρ ἄρτου) παραχρῆμά τις αὐτῶν ἐμβαλῶν εἰς χύτραν 6.499
1
πυρούς ἥψησεν, εἶθ’ ἡδύνας ἁλσὶ μετρίως ἐσθίειν
2
ἡμᾶς ἠξίωσεν. ἐμέλλομεν δὲ, ὡς τὸ εἰκὸς, αὐτὸ ποιήσειν
3
ὡδοιπορηκότες τε καὶ πεινῶντες. ἐφάγομέν τε οὖν αὐτῶν
4
δαψιλῶς, ᾐσθανόμεθά τε κατὰ τὴν γαστέρα βάρους, ὡς δοκεῖν
5
ἐγκεῖσθαι πηλὸν αὕτη. καὶ κατὰ τὴν ὑστεραίαν ἠπεπτηκότες,
6
ἀνόρεκτοι δι’ ὅλης ἡμέρας ἦμεν, ὡς μηδὲν δύνασθαι προσενέγκασθαι,
7
καὶ πνεύματος φυσώδους μεστοὶ, κεφαλαλγεῖς τε
8
καὶ βλέποντες ἀχλυῶδες, οὐδὲ γὰρ ὑπεχώρει τι κάτω, ὃ
9
μόνον ἐστὶν ἄκος ἐπὶ ταῖς ἀπεψίαις. ἠρώτουν οὖν τοὺς
10
ἀγροίκους, εἰ καὶ αὐτοί ποτε πυρὸν ἑφθόν ἔφαγον, ὅπως
11
διετέθησαν. οἱ δὲ καὶ πολλάκις ἐδηδοκέναι κατὰ τὴν αὐτὴν
12
ἀνάγκην ἔφασαν, ἡ καὶ τόθ’ ἡμεῖς συνήχθημεν, εἶναί τε
13
βαρὺ καὶ δύσπεπτον ἔδεσμα τοὺς οὕτω σκευασθέντας πυρούς.
14
ἤν δέ γε τοῦτο καὶ μὴ πειραθέντας λογίσασθαι
15
πρόδηλον. ὅπου γὰρ οὐδὲ τὸ ἄλευρον αὐτῶν ἐσθιόμενον,
16
ὡς εἴπομεν ἔμπροσθεν, εὔπεπτόν ἐστιν, εἰ μὴ κατεργασθείη
17
δέ ἁλῶν, καὶ ζύμης, καὶ φυράσεως, καὶ τρίψεως, καὶ κλιβάνου,
18
πῶς οὐκ ἄν τις ἐννοήσειεν τοὺς ἀκατεργάστους 6.500
1
ἰσχυροτάτους εἶναι; δύναμίν γε μὴν ἔχουσιν μεγάλην, εἰ
2
πεφθεῖεν οἱ οὕτω βρωθέντες πυροὶ, καὶ τρέφοντες ἰσχυρῶς
3
τὸ σῶμα, καί ῥώμην ἐπίσημον παρεχόμενοι τοῖς προσενεγκαμένοις
4
αὐτοὺς.