3
Κεφ. ιβʹ.Τὴν δύναμιν ἑκάστου τῶν ἐδεσμάτων ἔνεστί
4
σοι καὶ πρὸ τῆς διωρισμένης πείρας ἐκ τῆς φύσεως αὐτῶν
5
τεκμαίρεσθαι. τίνι γὰρ ἀνδρὶ συνετῷ τὸ μὲν ἀκριβῶς
6
λεπτὸν καὶ λευκὸν. καὶ καθαρὸν ἁπάσης πιτυρώδους οὐσίας
7
ἄλευρον οὐκ ἃν ἐνδείξαιτο καὶ κατὰ τὴν γαστέρα θᾶττόν
8
τε καὶ μᾶλλον ἀλλοιοῦσθαι, καὶ διὰ τοῦτο πέττεσθαί τε
9
κάλλιον, ἀναδίδοσθαί τε ῥᾷον, ἑτοιμότερόν τε τρέφειν, ὡς
10
ἃν ὅλον ἐξομοιούμενόν τε καὶ προστιθέμενον τοῖς τρεφομένοις
11
σώμασιν, ὅσον δ’ ἐν αὐτοῖς πιτυρῶδές ἐστιν καὶ
12
σκληρὸν, ὥσπερ ἐκτὸς φαίνεται μὴ διαλυόμενον ἐν ὕδατι,
13
κατὰ τὸν αὐτὸν λόγον οὐδ’ ἐν τῇ γαστρὶ διαλύεσθαι βρεχόμενον,
14
ἀλλὰ διαμένειν ὅλον ἀδιαίρετόν τε καὶ ἀκατέργαστον,
15
ὁποῖον ἐλήφθη; τοῦτ’ οὖν οὔτε πέττεσθαι καλῶς δύναται,
16
οὔτε ἀναδίδοσθαι διὰ τὸ μηδὲν ἁρμόττειν ὅλως τοῖς
17
στόμασι τῶν εἰς τὴν γαστέρα τε καὶ ἔντερα καθηκουσῶν
18
φλεβῶν. οἷς ἐξ ἀνάγκης ἕπεται, πλέον μὲν ἀπ’ αὐτοῦ γίνεσθαι 6.509
1
τὸ κοπρῶδες, ὑπιέναι δὲ θᾶττον αὐτῷ τε τῷ διὰ
2
πλῆθος βάρει, καὶ προσέτι τῷ ῥυπτικὴν ἔχειν ποιότητα τὸ
3
πιτυρῶδες ἅπαν. εὔδηλον οὖν ἐστι τῷ ταῦτ᾿ἐννοήσαντι,
4
τοσοῦτον ἀπολείπεσθαι μᾶζαν εἰς τροφὴν σώματος ἄρτων
5
κριθίνων, ὅσον οὗτοι πυρίνων. ἐχούσης γὰρ ἤδη τῆς κριθῆς
6
φύσει τὸ πιτυρῶδες οὐκ ὀλίγον, ἡ φρυγεῖσα ξηρότερον μὲν
7
καὶ αὐτὸ τοῦτο καὶ δυσθραυστότερον ἴσχει, ξηρότερον δὲ
8
καὶ τὸ τούτου κρεῖττον, ἐξ οὐ τὴν τροφὴν ἐλάμβανε τὸ σῶμα.
9
κατὰ τοῦτ᾿οὖν ἧττον πέττεται τῶν κριθίνων ἄρτων ἢ μᾶζα,
10
καὶ φύση μᾶλλον ἐμπίπλησι τὴν γαστέρα, καὶ εἰ ἐπὶ πλέον
11
ἐν αὐτὴ μένοι, ταραχὴν ἐργάζεται. μᾶλλον δὲ διαχωρεῖ κάτω
12
φυραθεῖσα καὶ τριφθεῖσα μέχρι πλέονος. εἰ δὲ καὶ μέλι
13
προσλάβοι, θᾶττον ἔτι καὶ διὰ τοῦτο παρορμήσει τὴν γαστέρα
14
πρὸς ἔκκρισιν. (φιλότιμος οὖν οἴεται, παχὺν καὶ κολλώδη
15
καὶ ψυχρὸν ἐξ ἁπάσης μάζης γεννᾶσθαι χυμὸν, ὃν
16
αὐτός τε καὶ ὁ διδάσκαλος αὐτοῦ Πραξαγόρας ὑαλώδη καλοῦσιν.
17
τὸ δὲ οὐχ οὕτω; ἔχει, μήτε τό γλίσχρον ἐχόντων 6.510
1
τῶν ἀλφίτων, ὅπερ ἐν χόνδρῳ μάλιστά ἐστι, μήτε τὸ τρόφιμον.
2
ἐξαπατᾷ δὲ αὐτὸν ἢ ἐπὶ πλέον ἐν οἴνῳ γλυκεῖ καὶ
3
σιραίῳ φυραθεῖσα χρόνῳ πολλῷ μάζα. τριπτὴν δ’ αὐτὴν
4
ὀνομάζει, καθάπερ Ἀθηναῖοι. τὸ γὰρ ἐκ ταύτης ἀνάλογον
5
τῷ πυρίνῳ σταιτὶ γιγνόμενον ὅλκιμόν ἐστιν καὶ κολλῶδες
6
ἔκ τε τοῦ μεμαλάχθαι χρόνῳ πλείονι καὶ τοῦ μιχθέντος
7
τοῖς ἀλφίτοις ὑγροῦ παχέος ὄντος. ὥσπερ δὲ τρίψις πολλὴ
8
μεθ’ ὑγροῦ παχέος γενομένη γλίσχρον τῇ φαντασίᾳ τὸ τριφθὲν
9
ἄλευρον ἐργάζεται, κἂν ἐκ κέγχρων ᾖ, κατὰ τὸν αὐτὸν
10
λόγον ὁ χυλὸς τῆς πτισάνης φαίνεται γλίσχρος, οὐδὲν ἔχων
11
ἐν αὑτῷ κολλῶδες οὐδ’ ἐμπλαστικὸν, ἀλλὰ ῥυπτικόν τε καὶ
12
τμητικὸν, ὡς καὶ ἐπὶ τοῦ δέρματος ἡμῶν φαίνεται τὸν
13
ῥύπον καθαίρων. εἰ δὲ καὶ ῥοφῆσαί τινι δοὺς αὐτὸν
14
ὀλίγον ὕστερον ἐμέσαι ποιήσειας, ἀποῤῥύψει τε τὸ περιεχόμενον
15
ἐν τῇ γαστρὶ φλέγμα, καὶ συνεκβαλεῖ πάντ’ αὐτῷ
16
κατὰ τὸν ἔμετον.