17
Κεφ. ιγʹ. Μνησίθεος μὲν ἐν τῇ τρίτῃ τάξει τίθεται
18
τὰς τίφας ἐπὶ πυροῖς τε καὶ κριθαῖς· Διοκλῆς δὲ ἀμελέστερον 6.511
1
ὑπὲρ αὐτῶν διῆλθέ, τὸ σύντομον ἐν τῇ γραψῇ προτιμήσας
2
τοῦ κατὰ διέξοδον ἀκριβοῦς. οὕτω γοῦν καὶ περὶ
3
πυρῶν καὶ κριθῶν ἄλλων τε πολλῶν ἔγραψεν συντεμών
4
τὸν λόγον. ὀλίγῳ δὲ μακρότερον τοῦ Διοκλέους ὑπὲρ αὐτῶν
5
ὃ τε Πραξαγόρας καὶ ὁ Μνησίθεος ἔγραψαν, ἐλλιπῶς μέντοι
6
καὶ αὐτοί, φιλότιμος δὲ περί τινων μακρῶς πάνυ, περί
7
τινων ἐλλιπῶς, ἐνίων δὲ οὐδ’ ὅλως ἐμνημόνευσεν, ὥσπερ
8
οὐδὲ περὶ τῆς ζειᾶς. εὔδηλον δ’, ὅτι μηδὲ ὁ Πραξαγόρας
9
ὁ διδάσκαλος αὐτοῦ. παρέλιπε μὲν γὰρ οὐδὲν ὧν ἐκεῖνος
10
εἶπεν ὁ φιλότιμος, ἐξεργάζεται δὲ καὶ προστίθησι πολλά.
11
θαυμάσαι δ’ ἔστιν, ὅτι μηδὲ ὁ τὸ περὶ διαίτης ἐπιγεγραμμένον
12
Ἱπποκράτει συνθεὶς, ὅστις πότ’ ἤν ἀνὴρ παλαιὸς,
13
ἐμνημόνευσε τοῦ τῶν ζειῶν ὀνόματος. καὶ γὰρ, εἰ τὰς τίφας
14
ἡγεῖτο καλεῖσθαι ζειὰς ὑπό τινων, ἐχρῆν αὐτὸ τοῦτο δηλῶσαι.
15
βέλτιον δ’ ἴσως ἐστὶν καὶ τὰς ῥήσεις αὐτῶν παραγράψαι.
16
Διοκλῆς μὲν οὖν οὕτως ἔγραψεν ἐν τῷ πρώτῳ τῶν
17
πρὸς Πλείσταρχον ὑγιεινῶν, ἐν ᾧ διέρχεται τὰς τῶν σιτίων 6.512
1
δυνάμεις· μετὰ δὲ τἀς κριθὰς καὶ τοὺς πυρούς ἑπόμενα
2
ταῖς ἀρεταῖς ἐστι μάλιστα τῶν ἄλλων ὄλυραι, τίφαι, ζειαὶ,
3
μέλινος, κέγχρος. ἔν τισι δὲ τῶν ἀντιγράφων οὐδ’ ὅλως αἴ
4
ζειαὶ φέρονται, καὶ μέντοι καὶ τὸ ταῖς ἀρεταῖς ἔν τισιν οὐχ
5
οὕτως, ἀλλὰ χρείαις γέγραπται κατὰ τοῦτον τὸν τρόπον·
6
μετὰ δὲ τὰς κριθὰς καὶ τοὺς πυρούς ἑπόμενα ταῖς χρείαις
7
ἐστὶ μάλιστα τῶν ἄλλων ὄλυραι, τίφαι, μέλινος, κέγχρος,
8
ὡς ἄλλου μέν τινος σπέρματος τῆς ὀλύρας οὕσης, ἄλλου δὲ
9
τῆς τίφης. ὁ δὲ Μνησίθεος ἐφ’ ἑνὶ σπέρματι δύο φησὶν
10
ὀνόματα κεῖσθαι γράφων οὕτως· τῶν δὲ σπερμάτων εὐφυέστατα
11
μέν ἐστιν εἰς τροφὴν πυροὶ καὶ κριθία. πρὸς δὲ
12
τούτοις ἐχόμενον λέγεται μὲν διττῶς, ἔστι δὲ ταὐτόν· οἱ
13
μὲν γὰρ τίφας, οἱ δὲ ὀλύρας καλοῦσιν. τούτοις δ’ ἐφεξῆς
14
τόδε γράφει· μετὰ δὲ ταῦτα ζειαὶ, καὶ κέγχροι, καὶ μέλιναι
15
Διοκλεῖ μὲν οὖν ἤρκεσεν ἐκεῖνα μόνα περί τε τιφῶν καὶ
16
ὀλυρῶν εἰπεῖν, ὅσα παρεθέμην ἀρτίως. Μνησίθεος δὲ καὶ
17
τὸν κατὰ μέρος ὑπὲρ αὐτῶν λόγον ἐφεξῆς διῆλθεν, πρῶτον
18
μὲν γράψας περὶ πυρῶν τε καὶ κριθῶν, ἐφεξῆς δὲ περὶ τῶν 6.513
1
τιφῶν ᾧδέ πως αὐτοῖς ὀνόμασι. τῶν δ’ ἄλλων σπερμάτων
2
βέλτιστον μὲν ἢ τίφη, καὶ γὰρ ἱκανῶς τρέφει, καὶ οὐ μετὰ
3
πολλοῦ πέττεται πόνου, τὸν δὲ τῶν ζειῶν ἄρτον ἄδην μὲν
4
ἐσθίων οὐδεὶς ἃν ὑγιαίνοι, τῶν δ’ ἀσυνήθων τῆς ἐδωδῆς
5
ταύτης, οὐδ’ εἰ παντάπασιν ὀλίγον· ἔστι γὰρ βαρὺ καὶ
6
δύσπεπτον. οἱ δὲ δυσχείμερον ἔχοντες χώραν ἀναγκάζονται
7
τρέφεσθαι τούτῳ, καὶ σπείρειν αὐτὸ, διὰ τὸ μάλιστα ἀντέχειν
8
τοῖς ψύχεσιν. αὐτοὶ δὲ πρῶτον μὲν ὀλίγον ἐθίζονται
9
προσφέρεσθαι, καὶ διὰ τό μὴ εὐῶδες εἶναι τό βρῶμα, καὶ
10
διὰ τὴν σπάνιν τῆς εὐκαρπίας. ὲν ταῖς τοιαύταις χώραις.
11
εἶτα δὲ διὰ τό σύνηθες εἶναι τὸ βρῶμα ποιεῖ ῥᾷστα τοῖς
12
σώμασι τὴν κατεργασίαν. καθόλου δὲ βαρὺ μὲν καὶ δύσπεπτον,
13
ἰσχυρὸν δὲ καὶ ὑμενῶδες τὴν ζειὰν εἶναι λεκτέον.
14
ἐν τούτοις ὁ Μνησίθεος σαφέστατα δεδήλωκεν, ὁποῖόν τε
15
σπέρμα βούλεται καλεῖσθαι ζειὰν ἐν ψυχραῖς χώραις γεωργουμένην.
16
ἐγώ δὲ οὔτε αὐτὸς εἶδον πάσας δυσχειμέρους
17
χώρας, οὔτε παρ’ ἄλλου τινὸς ἤκουσα τῶν ἑωρακότων αὐτὰς 6.514
1
ὀνομαζόμενόν τινα σιτηρὸν καρπὸν ὑπὸ τῶν ἐγχωρίων ζειὰν
2
ἢ ζέαν. ἑκατέρως γὰρ εὑρίσκεται γεγραμμένον, ἔν τισι
3
μὲν εἰς εʹ καὶ ιʹ τῆς προτέρας συλλαβῆς τελευτώσης, ἔν
4
τισι δὲ μόνον εἰς εʹ. ἐννοῆσαι δὲ τοὺς μὲν Ἕλληνας δυνατὸν
5
εἶναι οὕτως ὀνομάζειν τὸ σπέρμα τοῦτο, τοὺς δὲ βαρβάρους
6
ἰδίαν ἐπ’ αὐτῷ τίθεσθαι προσηγορίαν. ἰδῶν δὲ ἐν
7
Θρᾴκῃ καὶ Μακεδονίᾳ πολλὰς ἀρούρας ὁμοιότατον ἐχούσας
8
σὺ μόνον τὸν στάχυν, ἀλλὰ καὶ τὸ φυτὸν ὅλον τῇ παρ’
9
ἡμῖν ἐν Ἀσίᾳ τίφῃ, τὴν προσηγορίαν ἠρόμην ἥν τινα ἔχει
10
παρ’ ἐκείνοις τοῖς ἀνθρώποις, καί μοι πάντες ἔφασαν, αὐτό
11
τε τὸ φυτὸν ὅλον καὶ τὸ σπέρμα αὐτοῦ καλεῖσθαι βρίζαν,
12
τῆς μὲν προτέρας συλλαβῆς διὰ τριῶν γραμμάτων γραφομένης,
13
τοῦ βʹ καὶ ρʹ καὶ ιʹ, τῆς δ’ ἐφεξῆς αὐτὴ διὰ τοῦ ζʹ καὶ αʹ
14
κατά γε τὴν ὀρθὴν πτῶσιν, ἐπὶ δὲ τῆς αἰτιατικῆς μετὰ τοῦ
15
νʹ δηλονότι. γίνεται δὲ ἄρτος ἐκ τοῦ σπέρματος τούτου
16
δυσώδης τε καὶ μέλας, ὑμενωδεστέραν ἔχοντος, ὡς Μνησίθεος
17
ἔγραψεν, τὴν οὐσίαν. εἰ δὲ καὶ μέλανα γίγνεσθαι τὸν
18
ἄρτον ἐξ αὐτοῦ προσεγεγράφει, μᾶλλον ἂν ἐπίστευον αὐτῷ,
19
τοῦτ’ εἶναι τὸ καλούμενον ὑπ’ αὐτοῦ ζειάν. ἔν γε μὴν τοῖς 6.515
1
χειμεριωτάτοις τῆς Βιθυνίας χωρίοις ὀνομάζεταί τι σπέρμα
2
ζεόπυρον, οὐκ ἐχούσης τῆς πρώτης συλλαβῆς τὸ ιʹ, καθάπερ
3
ἔχει παρ’ Ὁμήρῳ·
4Πυροί τε ζειαί τ’ ἠδ’ εὐρυφυὲς κρῖ λευκόν.
5
ἐξ αὐτοῦ δ’ ἄρτος γίνεται πολύ βελτίων τοῦ κατὰ τὴν Μακεδονίαν
6
τε καὶ Θρᾴκην. καὶ σχεδὸν, ὥσπερ τοὔνομα τὸ
7
ζεόπυρον ἐξ ἀμφοτέρων σύγκειται τῶν ὀνομάτων, τουτέστι
8
τῆς ζέας καὶ τοῦ πυροῦ, καὶ ἡ οὐσία μέση τίς ἐστιν ἀμφοῖν,
9
ὥσπερ οἷον αὐτῶν κεκραμένη. τοσοῦτον γοῦν ἐστι τοῦ
10
πυροῦ χεῖρον, ὅσον τῆς Θρᾳκίας βρίζης ἄμεινον. ὀνόματα
11
δὲ ταῶς πόλεσιν, ἐν αἷς γίγνεται τὸ σπέρμα τοῦτο, Νίκαια,
12
καὶ Προῦσα, καὶ Κράσσου καὶ Κλαυδίου πόλεις τε καὶ
13
Ἡλιούπολις, ἀλλὰ καὶ Δορύλαι, ἥ ἐστι μὲν ἐσχάτη τῆς
14
Ἀσιανῆς Φρυγίας πόλις. ἔχει δὲ καὶ αὐτὴ ἡ Φρυγία τοιοῦτον
15
σπέρμα γεννώμενον ἐν τῇ χώρᾳ, καθάπερ καὶ ἄλλαι τινὲς
16
ὅμοροι πόλεις αὐτῇ. θεάσασθαι δ’ ἔστιν τὸν γιγνόμενον
17
ἄρτον ἐκ τοῦ σπέρματος τούτου τοσοῦτον βελτίονα τοῦ κατὰ
18
Θρᾴκην τε καὶ Μακεδονίαν ἐκ τῆς βρίζης, ὅσον τοῦ πυρίνου 6.516
1
χείρονα. μέμνηται δὲ καὶ ζεᾶς καὶ ὁ Θεόφραστος ὲν ἑβδόμῳ
2
περὶ φυτῶν ᾧδέ πως λέγων· τῶν δὲ ὁμοίων κριθῶν καὶ
3
ὁμοίων πυρῶν, σίον ζειᾶς, τίφης, ὀλύρας, βρόμου, αἰγίλωπος
4
, ἰσχυρότατον καὶ μάλιστα καρπιζόμενον ἢ ζειὰ, καὶ
5
βαθύῤῥιζον, καὶ πολύῤῥιζον, καὶ πολυκάλαμον, καὶ παχυκάλαμον.
6
ὁ δὲ καρπὸς κουφότατος, καὶ προσφιλὴς πᾶσι τοῖς
7
ζώοις. καὶ πάλιν ἐφεξῆς· ἡ δὲ τίφη πάντων κουφοτάτη,
8
καὶ γὰρ μονοκάλαμον, καὶ λεπτοκάλαμον, διὸ καὶ χώραν
9
ζητεῖ λεπτὴν, οὐχ ὥσπερ ἡ ζειὰ λιπαρὰν καὶ ἀγαθὴν. εἶτα
10
τούτοις ἐφεξῆς συνάπτων τάδε γράφει· ἔστι δὲ ταῦτα δύο
11
καὶ ὁμοιότατα τοῖς πυροῖς, ἤ τε ζειὰ καὶ ἡ τίφη. Θεόφραστος
12
μὲν οὖν ταῦτα περὶ ζειᾶς ἔγραψεν. Πρόδοτος δὲ
13
ἐν τῇ δευτέρᾳ κατὰ τήνδε τὴν λέξιν· ἀπὸ πυρῶν καὶ κριθῶν
14
πολλοὶ ζώουσιν. Αἰγυπτίων δὲ τῶν ποιουμένων ἀπό
15
τούτων τὴν ζωὴν ὄνειδος μέγιστόν ἐστιν, ἀλλ’ ἀπ’ ὀλυρῶν
16
ποιοῦνται τὰ σιτία, ἃς ζεὰς μετεξέτεροι καλοῦσιν.
17
Διοσκουρίδης δὲ ἐν δευτέρῳ περὶ ὕλης ταῦτα γράφει· ζεὰ 6.517
1
δισσὴ, ἡ μὲν γὰρ ἁπλῆ, ἡ δὲ δί κοκκος καλεῖται, ἐν
2
δυσὶν ἐλύτροις συνεζευγμένον ἔχουσα τό σπέρμα. ἔστι δὲ
3
τροφιμωτέρα μὲν κριθῆς καὶ εὐστόμαχος, ἀτροφωτέρα δὲ
4
πυρῶν ἀρτοποιουμένη. κρίμνον δὲ ἁδρότερόν ἐστι τῇ κατεργασίᾳ
5
τοῦ ἀλεύρου, γιγνόμενον ἐκ τῆς ζειᾶς καὶ πυροῦ, ἐξ
6
οὕ καὶ ὁ πολτὸς γίνεται. ἔστι δὲ ἱκανῶς τρόφιμον καὶ εὐκατέργαστον,
7
σταλτικώτερον δὲ κοιλίας τὸ ἀπὸ τῆς ζειὰς,
8
μάλιστα μὲν προφρυγείσης. καὶ ὀλύρα δὲ ἐκ τοῦ αὐτοῦ
9
γένους ἐστὶ τῆς ζειᾶς, ἀτροφωτέρα δὲ κατὰ τὸ ποσὸν ἐκείνης.
10
ἀρτοποιεῖται δὲ καὶ αὕτη, καὶ κρίμνον ἐξ αὐτῆς ὡσαύτως
11
γίνεται. ἀθάρα δὲ ἐκ τῆς ἀληλεσμένης εἰς λεπτὰ ζειᾶς
12
σκευάζεται. ἔστι δὲ ῥόφημα ὥσπερ πολτάριον ὑγρὸν, παιδίοις
13
ἁρμόζον, ποιεῖ δὲ καὶ εἰς κατάπλασμα. ὁ δὲ τράγος τὸ σπέρμα
14
μὲν παραπλήσιον χόνδρῳ, ἀτροφώτερος δὲ πολὺ ζειᾶς, διὰ τὸ
15
πολὺ ἔχειν τὸ ἀχυρῶδες. διὸ καὶ δυσκατέργαστος ἐστι, καὶ
16
κοιλίας μαλακτικώτερος. περὶ μὲν οὖν τῶν ζειῶν ἱκανὰ καὶ
17
ταῦτα. θαυμάσαιτο δ’ ἄν τις τοῦ Μνησιθέου μὴ γινώσκοντος,
18
ὅπη διαφέρουσιν αἱ ὄλυραι τιφῶν. ἔστι γὰρ ἑκάτερον 6.518
1
ἐν Ἀσίᾳ πολὺ, καὶ μάλιστα κατὰ τὴν ὑπερκειμένην Περγάμου
2
χώραν, ὡς τοὺς ἀγροίκους ἀεὶ χρῆσθαι τοῖς ἐξ αὐτῶν
3
ἄρτοις διὰ τὸ τοὺς πυροὺς εἰς τὰς πόλεις κατακομίζεσθαι,
4
οἱ μὲν οὖν ὀλύρινοι κάλλιστοι, μετὰ γὰρ τοὺς πυρίνους εἰσὶν;
5
ὅταν γε εὐγενεῖς ὦσιν αἱ ὄλυραι· δεύτεροι δὲ αὐτῶν οἱ
6
τίφινοι. μοχθηρῶν δὲ οὐσῶν τῶν ὀλυρῶν, οὐδέν ἐκείνων
7
ἀπολείπονται, βελτίστων δὲ τῶν τιφῶν οὐσῶν, οἱ θερμοὶ
8
τίφινοι πολὺ κρείττους εἰσὶν τῶν ὀλυρίνων, ἑωλισθέντες δὲ
9
χείρους αὐτῶν γίνονται. ὁλκιμώτερον γὰρ ἔχοντες τὸ σταῖς
10
πυκνοῦνται πάνυ σφόδρα, καὶ μάλισθ’ ὅταν ἀμελῶς σκευασθῶσιν,
11
ὥστε καὶ μετὰ μίαν ἡμέραν, ἤ δύο, καὶ πολὺ
12
μᾶλλον ἐν ταῖς ἐφεξῆς ὁ φαγών τὸν ἄρτον τοῦτον οἴεται
13
πηλὸν ἐγκεῖσθαι τῇ κοιλίᾳ. θερμὸς δὲ ὧν ἔτι καὶ τοῖς ἐκ
14
τῶν πόλεων σπουδάζεται μετὰ τυροῦ τινος προσφερόμενος.
15
ἐπιχωρίοις δὲ ὀνομάζουσιν αὐτὸν ὀξυγαλάκτινον. εἶναι δὲ χρῆ
16
καὶ τοῦτον ἁπαλὸν, καὶ τὸν ἄρτον ἔτι διαφυλάττοντα τὴν
17
ἐκ τοῦ κλιβάνου θερμασίαν, ὁ μὲν οὖν οὕτως ὠπτημένος 6.519
1
οὐ μόνον τοῖς κατ’ ἀγρὸν, ἀλλὰ καὶ τοῖς ἐν ταῖς πόλεσι
2
περισπούδαστός ἐστιν. ὁ δὲ τριῶν ἢ τεττάρων ἡμερῶν
3
καὶ τοῖς ἀγροίκοις αὐτοῖς ἀηδέστερος μὲν ἤδη βρωθῆναι,
4
δυσχερέστερος δὲ πεφθῆναι, βραδυπορώτερος δὲ κατὰ γαστέρα,
5
τοῦ θερμοῦ μηδὲ τοῦτ’ ἔχοντος τὸ σύμπτωμα. πολύ
6
μὲν γὰρ ἀπολείπεται διαχωρήσεως ἕνεκα τοῦ κριθίνου,
7
μεμπτὸς δ’ οὐκ ἔστιν ὁμοίως τῷ κεγχρίνῳ, καὶ μέντοι καὶ
8
τρέφει τὸ σῶμα θερμὸς ὢν ἱκανῶς, ὡς μῆ ἀπολείπεσθαι
9
πολὺ τοῦ πυρίνου συγκομίστου. τὸ δὲ σπέρμα τὸ τῆς τίφης
10
ἔχει μὲν ἔξωθεν λέμμα, καθάπερ καὶ ὀλύρα καὶ κριθὴ,
11
πτισθὲν δὲ ἀρτοποιεῖται, καὶ ὅλως εἰς χρῆσιν ἄγεται. καὶ
12
γὰρ ἐξ ὕδατος ἑψηθὲν ἐσθίεται κατὰ τὸν ὑπό τῶν ἀγροίκων
13
ὀνομαζόμενον ἀπόθερμον, ἐμβαλλομένου τοῦ πρός ἡμῶν
14
μὲν ἑψήματος, ὑπ’ ἐνίων δὲ σιραίου καλουμένου. καί ποτε
15
καὶ μεθ’ ἁλῶν ἐσθίεται, καθάπερ ἔφην ἐδηδοκέναι τοὺς
16
πυροὺς αὐτοὺς ἐγὼν τὴν δὲ εὐγενεστάτην ὀλύραν ὅταν, ὡς
17
χρὴ, πτίσσωσιν, τὸν ὀνομαζόμενον τράγον ποιοῦσιν, ᾧ πολλοὶ 6.520
1
χρῶνται δέ ὕδατος ἕψοντες, εἶτα τό μὲν ὕδωρ ἀποχέοντες,
2
ἐπιχέοντες δὲ σίραιον, ἢ οἶνον γλυκὺν, ἢ οἰνόμελι· παρεμβάλλουσι
3
δὲ καὶ κώνους ἔν ὕδατι διαβεβρεγμένους, ὡς ἐπὶ
4
τὸ πλεῖστον ἐξῳδηκέναι. τινὲς δὲ ὁμογενὲς μὲν, οὐχ ὁμοειδὲς
5
δὲ τὸ σπέρμα τοῦτο ταῖς ὀλύραις εὐναί φασι, πολλὰ δὲ
6
καὶ ἄλλα σπέρματα παραπλήσια μὲν, οὐκ ἀκριβῶς δὲ ταὐτὸν
7
εἶδος ἔχοντα τοῖς εἰρημένοις ἐστὶ, τὰ μὲν ἐν τῷ μεταξὺ
8
κριθῆς τε καὶ τίφης, τὰ δὲ ὀλύρας τε καὶ τίφης, ἢ μεταξύ
9
πυροῦ τε καὶ τῆς ὀλύρας. ἔνια δ’ ἐγγυτάτω τῆς φύσεώς
10
ἐστι, τὰ μὲν ὀλύρας, τὰ δὲ κριθῆς, ἢ τίφης, ἢ πυροῦ,
11
καθάπερ ἄλλα, τὰ μὲν ἐλύμου, τὰ δὲ κέγχρου προσηγορίας
12
ἔχοντα, τινὰ μὲν ἁπλάς, ὥσπερ ἐν Ἰταλίᾳ ἐξ οὐ τὸν χόνδρον
13
ποιοῦσιν, ἔνια δὲ συνθέτους, ὡς ἐν Καππαδοκίᾳ
14
μὲν τὸ καλούμενον γυμνόκριθον, κατὰ δὲ τὴν Βιθυνίαν
15
τὸ ζεόπυρον. ἄμεινον δ’ ἐστὶ ἀποστάντα τῆς τοιαύτης
16
ἱστορίας οὐ μόνον τῶν ὀνομάτων, ἀλλὰ καὶ τῶν σπερμάτων,
17
ἕνα τινὰ κοινὸν ὑπὲρ ἁπάντων λόγον διελθεῖν. ὅσα
18
μὲν ἐν ὄγκῳ βραχεῖ πλείστην οὐσίαν ἔχει, καὶ ταύτην ταχεῖαν 6.521
1
καὶ γλίσχραν, εὐχυμότατά τε καὶ τροφιμώτατα ταῦτ’
2
ἔστιν, οὐ μὴν ὑποχωρεῖ γε ῥᾳδίως· ὅσα δ’ ἔμπαλιν τοῖσδε
3
χαύνην μὲν ἔχει καὶ μαλακὴν οὐσίαν, τὰ μόρια δὲ αὐτῶν
4
πιτυρώδη, διαχωρεῖται μὲν ἄμεινον, ἥττον δὲ τρέφει. τούτων
5
δὲ αὐτῶν ὅσα δυσώδη τέ ἐστι καὶ ἀηδίαν τινὰ ἔχοντα
6
κατὰ τὴν γεῦσιν, εὔδηλον ὡς κακόχυμά τε καὶ δύσπεπτα
7
πάντ’ ἐστί. τοῦ δὲ ἐν ὄγκῳ μικρῷ πλείστην οὐσίαν, εἶναι
8
τό τε βάρος ἱσταμένων αὐτῶν ἐπὶ ζυγοῦ σημεῖον ἔστω σοι,
9
καὶ τὸ τῶν ἀλεύρων πλῆθος· ἐξ ὀλίγου γὰρ ὄγκου πολὺ
10
γίνεται τοῖς πεπιλημένην ἔχουσιν τὴν οὐσίαν σπέρμασιν.
11
ἡ δὲ κατὰ θερμότητά τε καὶ ψυχρότητα διαφορὰ πρὸ μὲν
12
τοῦ προσενέγκασθαί τε καὶ λαβεῖν ἔσω τοῦ σώματος ἔκ τε
13
τῆς χροιᾶς ἐκλογιζέσθω σοι καὶ τῆς γεύσεως καὶ τῆς ἔξωθεν
14
ἐπιτιθεμένων αὐτῶν χρήσεως· ἐπὶ δὲ τῷ προσενέγκασθαι
15
καὶ λαβεῖν ἔσω τοῦ σώματος διάγνωσις ἀκριβὴς καὶ
16
συναίσθησις αὐτοῖς τοῖς φαγοῦσι γίνεται κατὰ τὴν γαστέρα
17
τοῦ θερμαίνειν τὸ ληφθὲν, ἢ ψύχειν, ἢ μηδέτερον ἐπιφανῶς 6.522
1
ἐργάζεσθαι. χροιὰ δὲ κατὰ φύσιν ἐν μὲν κριθαῖς καὶ
2
ὀλύραις ἡ λευκὴ, τῶν πυρῶν δὲ ἡ ὑπόξανθος. αἱ τίφαι δὲ
3
καὶ τῶν πηρῶν εἰσι ξανθότεραι. καὶ μέντοι καὶ πεπίληται
4
τὸ σῶμα αὐτῶν εἰς πυκνότητα, καὶ ἴσως καὶ τοῦτο συντελεῖ
5
τι πρὸς τὴν σμικρότητα τοῦ σπέρματος· ἀπολείπονται γὰρ
6
οὐκ ὀλίγῳ κατὰ τὸ μέγεθος τῶν πυρῶν, ἔνιοι δὲ ὲν τῷ τῶν
7
πυρῶν γένει καὶ τοῦτο τίθενται τὸ σπέρμα. καὶ τό γε παρ’
8
Ὁμήρῳ λεγόμενον ἐπὶ τῶν ἵππων, ἔνθα φησὶν ὁ Ἕκτωρ
9
πρὸς αὐτοὺς,
10Ὑμῖν μὲν προτέροισι μελίφρονα πυρὸν ἔθηκα,
11
ἐπὶ τοῦ τῆς τίφης σπέρματος εἰρῆσθαι λέγουσι· μικρὸν γὰρ
12
εἶναι πυρὸν αὐτοῖς, καὶ τοὺς ἵππους ταύτας μὲν ἀβλαβῶς
13
ἐσθίειν, τοὺς δὲ ὄντως πυροὺς οὐκ ἀβλαβῶς. οὐκ ἀπιθάνως
14
δ’ ἄν τις ὀνομάζοι πυρὸν μικρὸν τὴν τίφην, καὶ τῇ
15
χροιᾷ καὶ τῇ πυκνότητι, καὶ τῇ θερμότητι τῆς δυνάμεως ἐοικυῖαν
16
αὐτοῖς.