12
Κεφ. ηʹ.Περὶ σύκων.Τό μὲν κοινὸν οὐ μόνον
13
ὀπώραις ἀπάσαις, ἄλλα καὶ τοῖς ὡραίοις. ὀνομαζομένοις
14
καρποῖς, ἔχει καὶ τὰ σῦκα, φυγεῖν οὐ δυνηθέντα τὴν κακοχυμίαν
15
οὐδ’ αὐτὰ, καίτοι τῶν ἄλλων ἁπάντων ὡραίων ἥττον
16
αὐτῆς μετέχοντα. πρόσεστι δ’ αὐτοῖς ἀγαθὰ τό τε κατὰ
17
γαστέρα πορίμοις εἶναι καὶ τὸ διεξέρχεσθαι ῥᾳδίως ὅλον τὰ 6.571
1
σῶμα. καὶ γάρ τοι καὶ ῥυπτικὸν ἀξιόλογον ἔχετ, καθ’ ὃ καὶ
2
ψαμμώδη πολλὰ τοῖς νεφριτικοῖς ἐπὶ ταῖς ἐδωδαῖς αὐτῶν
3
ἐκκρίνεται. τροφὴν δὲ ἁπασῶν τῶν ὀπωρῶν ὀλίγην τῷ
4
σώματι διδουσῶν, ἧττον ἁπασῶν τοῦτο τὰ σῦκα πέπονθεν,
5
οὐ μὴν ἐσφιγμένην γε καὶ ἰσχυρὰν ἐργάζεται τὴν σάρκα,
6
καθάπερ ἄρτος τε καὶ κρέας χοίρειον, ἀλλ’ ὑπόσομφον,
7
ὥσπερ κύαμος. ἐμπίπλησί γε μὴν φύσης καὶ ταῦτα τὴν
8
γαστέρα, καὶ ἦν ἂν ἱκανῶς ταύτῃ λυπηρὰ, μὴ προσλαβόντα
9
τὸ διαχωρεῖσθαι ταχέως, ἐπικτησάμενα δὲ τοῦτο τῷ τάχει
10
τῆς διεξόδου τὴν φύσαν ὀλιγοχρόνιον ἐργάζονται, καὶ κατὰ
11
τοῦτο τῆς ἄλλης ὀπώρας ἧττον εἴωθεν βλάπτειν. οὐ σμικρὰ
12
δὲ ὑπεροχή τῶν πεπείρων ἐστὶ πρὸς τὰ μὴ τοιαῦτα, καὶ
13
κατὰ τοὺς ἄλλους μὲν ἅπαντας ἐμφαινομένη καρποὺς, οὐ
14
μὴν τοσοῦτόν γε διαφέρουσι. τὸ γάρ τοι πέπειρον ἀκριβῶς
15
σῦκον ἐγγύς τοῦ μηδ’ ὅλως βλάπτειν ἤκει, παραπλήσιον ἤδη
16
ταῖς ἰσχάσιν, πολλὰ μὲν ἐχούσαις τὰ χρήσιμα, μοχθηρὸν δ’
17
ἐστὶ τοῖς πλεονάζουσιν ἐν αὐτοῖς. οὐ πάνυ γὰρ αἷμα γεννῶσι 6.572
1
χρηστὸν, ὅθεν αὐταῖς καὶ τὸ τῶν φθειρῶν πλῆθος
2
ἕπεται. δύναμιν δ’ ἔχει λεπτυντικήν τε καὶ τμητικὴν, δι’
3
ἣν καὶ τὴν γαστέρα πρὸς ἔκκρισιν ἐξορμῶσιν, καὶ νεφροὺς
4
ἐκκαθαίρουσιν. ἥπατι δὲ καὶ σπληνὶ φλεγμαίνουσι μέν εἰσι
5
βλαβεραὶ, καθάπερ καὶ τὰ σῦκα, τῷ κοινῷ λόγῳ τῶν γλυκέων
6
ἁπάντων ἐδεσμάτων καὶ πομάτων, οὐ κατ’ ἰδίαν τινὰ
7
δύναμιν ἐξαίρετον ἐμπεφραγμένοις δὲ καὶ σκιρουμένοις
8
αὗται μὲν καθ’ ἑαυτὰς οὐδὲν οὔτ’ εἰς ὄφελος, οὔτ’ εἰς
9
βλάβην ἐργάζονται, μεμιγμέναι δὲ τοῖς τέμνουσι καὶ λεπτύνουσι
10
καὶ ῥύπτουσι φαρμάκοις οὐ σμικρὸν ὄφελός ἐστιν.
11
καὶ διὰ τοῦτο ταύτας διδόασι μετὰ θύμων, ἢ πεπέρεως, ἢ
12
ζιγγιβέρεως, ἢ γλήχωνος, ἢ θύμβρας, ἢ καλαμίνθης, ἢ
13
ὀριγάνου, ἢ ὑσσώπου, πρὸ πολλοῦ γε τῆς τροφῆς,
14
ἔνιοι τῶν ἰατρῶν ἐπὶ τῶν εἰρημένων ἐν ἥπατι καὶ σπληνὶ
15
διαθέσεων. ὡσαύτως δὲ κἂν μετά τινος τῶν ἄλλων, ὅσα
16
δριμεῖαν ἤ ὅλως λεπτυντικὴν τε καὶ τμητικὴν ἔχει δύναμιν,
17
ἡ προσφορὰ γίνηται τῶν ἰσχάδων, ὠφέλιμός ἐστιν οὐ μόνον 6.573
1
τοῖς οὕτω πάσχουσιν, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν· ἀνεῳγμένας
2
γὰρ εἶναι τὰς καθ’ ἧπαρ διεξόδους τῆς τροφῆς οὐ
3
τοῖς κάμνουσι μόνοις, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν ἀσφαλέστατον.
4
οὕτως οὖν καὶ τὰ σῦκα μετά τε τῶν λεπτυνόντων ἁλῶν
5
σκευάζοντες καὶ ὄξους καὶ γάρου προσφέρονται πολλοὶ,
6
τῇ πείρᾳ τὸ χρήσιμον εὑρηκότες. εἰκὸς δὲ καὶ τῶν ἰατρῶν
7
τινος ὑποτιθεμένου, προσάγειν οὕτως ἐνίους αὐτῶν, καὶ εἰς
8
πολλούς ἐκταθῆναι τὴν γνῶσιν. ὅσοι δὲ μετά τινος τῶν
9
παχυνόντων ἐδεσμάτων ἐσθίουσι τὰ σῦκα καὶ τὰς ἰσχάδας,
10
οὑ σμικρὰ βλάπτονται.